Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1265
Not analysed yet
τοῦτο οὐ κατεδεήθης μου· σὺ τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με; Τί τὸ πέρας τῆς ἀποστάσεως τῆς ἀπὸ Θεοῦ, τῆς ἀμετρήτου πορνείας, καὶ τῶν ἀνοσίων ἐγχειρημάτων, ἤτοι τῆς ἀποστροφῆς ἀπό γε τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω; Ἡ εἰς ἄκρον ταπείνωσις, καὶ τὸ καθικέσθαι, φησὶν, εἰς τὸ τῆς ἀπωλείας κατωτάτω βάραθρον. Ἐπειδὴ γὰρ οὐκ ἠθέλησας ὑψηλὴ διαμεῖναι, καὶ ἀκράδαντον ἔχειν τὴν εὐημερίαν, ταύτῃτοι γέγονας ταπεινή. Ὅτι γὰρ ὑψηλοί τινες ἦσαν οἱ ἐξ Ἰσραὴλ, τό γε ἧκον εἰς δόξαν τὴν παρὰ Θεοῦ, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτῶν· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα.» Οὐκοῦν αὐτόκλητον ἔχει τὴν ταπείνωσιν· δεδυσσέβηκε γὰρ εἰς τὸν ὑψοῦντα Θεόν· τεταπείνωται δὲ τίνα τρόπον, διαδείκνυσιν εὐθύς· ἔφη γάρ· Ταῖς πολυοδίαις σου ἐκοπίασας. Εἰς πᾶσαν γὰρ ὥσπερ ἀπωλείας ἐρχόμενοι ὁδὸν, δεδαπανηκάσι μὲν ἐπ' οὐδενὶ τῶν χρησίμων τὰς τῆς ψυχῆς εὐτονίας, δῆλον δὲ ὅτι τὰς νοητὰς, κεκμήκασι δὲ οὐ μετρίως, ἐπ' ὀλεθρίοις πράγμασι τιθέμενοι τὰς σπουδάς. Ἢ τάχα που καὶ πολυοδίας ἐν τούτοις φησὶ τὸ ἀεὶ μεθίστασθαι πρὸς θεοὺς ἑτέρους, καὶ τῶν μὲν ἤδη πεπορισμένων ὀλιγωρεῖν, ζητεῖν δὲ τοὺς παρ' ἑτέροις ὄντας τισὶ, καὶ καταμεθύειν ὥσπερ διαῤῥιπτουμένοις πανταχοῦ, ἔρεισμά τε καὶ κατάστασιν οὐκ ἔχειν τὸν ἐν αὐτοῖς ὄντα νοῦν. Συμβαίνει δὲ τοῦτο πάσχειν ἡμᾶς καὶ ἐν ταῖς ἐκτόποις τῶν ἡδονῶν. Ἀποφέρεται γὰρ ὁ νοῦς ἔσθ' ὅτε πρὸς πᾶν εἶδος ἀκαθαρσίας, καὶ ποτὲ μὲν τὸ πλουτεῖν ἐπαινεῖ, ποτὲ δὲ σαρκὸς ἐρᾷ, καὶ δόξης ἡττᾶται κενῆς, καὶ οἷον παντὶ πνεύματι περιφέρεται, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἱερεμίου περί τινος· «Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο· παρεδόθη, τίς ἐπιστρέψει αὐτήν;» Ἡ γὰρ τοῦτο παθοῦσα ψυχὴ παραδοθήσεται πάντως ταῖς τῶν παθῶν προσβολαῖς· καὶ τοῦτο διδάσκει λέγων ὁ Παροιμιαστής· «Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» Χρὴ τοίνυν ἡμᾶς ἀνασειράζειν τὸν νοῦν, εἰ δὴ βούλοιτό πως ἀσχέτως ἰέναι κατὰ πετρῶν, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ἐφήδεσθαί τε καὶ ὁμιλεῖν, ἵνα μὴ καμὼν ἐκ πολυοδίας θήρωμα γένηται διαβολικόν. Ταῦτ' οὖν ποιήσασα, φησὶν, ὦ Ἱερουσαλὴμ, οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα, τουτέστιν, οὐκ ἀνέκοψας τοῖς ἐπιλογισμοῖς τὴν ἐπὶ τὰ αἰσχίω πρόοδον, οὐ μεμέτρηκας τὴν ἀπόστασιν, οὐ κατέλυσας τὴν εἰς τὰ φαῦλα σπουδὴν, ἐπίκεισαι δὲ μᾶλλον ἐντονώτερον τῷ δρᾷν ἐθέλειν, ἃ χρῆν δή που μηδὲ γενέσθαι τὴν ἀρχήν. Ψυχῆς μὲν γὰρ ἔργον ἐστὶ, κἂν γοῦν μετρίαν ἐχούσης σύνεσιν, τὸ μὴ ἁλῶναι θέλειν αἰτιάμασι τοῖς εἰς ἁμαρτίαν· εἰ δὲ δή που γένοιτο καὶ παθεῖν αὐτὸ, κἂν γοῦν ἑλέσθαι μετανοεῖν, καὶ διὰ τὴς εἰς τὸ ἄμεινον ἀναδρομῆς ἀποσκευάσασθαι τὰ ἐγκλήματα. Εἰ δὲ ἀσχέτως καταφέροιτο πρὸς τὰ αἰσχίω, παραιτοῖτό τε προσεπιτούτῳ τὸ χρῆναι μετανοεῖν, προσέθηκεν ἁμαρτίαν ἐφ' ἁμαρτίᾳ, ἀῤῥώστημα δὲ ἐπ' ἀῤῥωστήματι παθοῦσαν αὐτὴν ἔνεστιν ἰδεῖν. Αἰτιᾶται γοῦν τοὺς ἐν