Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1277
Not analysed yet
τῆς ἀποστροφῆς· εἰσδεχθήσεται δὲ διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἁμαρτημάτων ἀπαλλαχθήσεται, Θεοῦ κατοικτείροντος· λήψεται δὲ καὶ παράκλησιν ἀληθινήν. Καὶ ποίαν εἶναι ταύτην φαμὲν, ἢ δηλονότι τὴν διὰ Χριστοῦ χάριν, δικαιοῦσαν ἐν πίστει, καὶ ἁμαρτιῶν ἀπαλλάττουσαν, προξενοῦσαν δὲ καὶ τὸν διὰ Πνεύματος ἁγιασμὸν, καὶ τῆς υἱοθεσίας τὴν δόξαν, καὶ γερῶν ἐλπίδα τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων; Ἀληθινὴ τοιγαροῦν ἡ παράκλησις, πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς εἰσκομίζουσα τοῖς ἀξιωθεῖσιν αὐτῆς καὶ εἰρήνην ἐπὶ εἰρήνην, τουτέστι διηνεκῆ καὶ ἀνέκλειπτον τὴν τῆς εἰρήνης εὐδίαν, ἢν ἔδωκεν ὁ Σωτὴρ καὶ τοῖς μακρὰν, καὶ τοῖς ἐγγὺς, τουτέστι, καὶ τοῖς ἐξ ἐθνῶν, καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ. Προσπεφώνηκε γὰρ τοῖς ἔθνεσιν ὁ μακάριος Παῦλος, ὅτι «Νυνὶ δὲ ὅλως, οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ κατεζεῦχθαι νόμῳ τὸν Ἰσραὴλ, καὶ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, κατά γε τὸ τοῖς ἱεροῖς κηρύγμασι δοκοῦν (εἴρηται γὰρ πρὸς αὐτούς· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν»), ἐγγὺς εἶναί πως ἐδόκουν· μακρὰν δὲ τὰ ἔθνη, διὰ τὸ εἰσάπαν ἀπηλλοτριῶσθαι, καὶ μαθημάτων ἁγίων, καὶ τοῦ εἰδέναι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον. Ἀλλ' εἰρήνη δέδοται τούτοις τε κἀκείνοις παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ Χριστοῦ δηλονότι, τοῦ ποιήσαντος τὰ ἀμφότερα ἓν, καὶ τοὺς δύο λαοὺς κτίσαντος εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντος. Οὐκοῦν δι' αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ ἀδιάτμητον τὴν εἰρήνην, πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους. Ἔφη γάρ που Χριστὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θέλω ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Ἐπιφέρει δὲ τούτοις ὁ προφήτης· Καὶ εἶπε Κύριος, Ἰάσομαι αὐτοὺς, ἀνακεφαλαίωσιν ὥσπερ τινὰ τοῦ παντὸς λόγου ποιούμενος διὰ τούτου, καὶ ὑπόσχεσιν ἀψευδῆ τοῦ πάντων κρατοῦντος Θεοῦ καθιστὰς ἐναργῆ· ἐπηγγείλατο γὰρ, φησὶ, λέγων, ὡς ἰάσεται αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. Ἐπειδὴ γὰρ τῶν κληθησομένων διεξῆλθε τὰ γέρα, ταύτῃτοι, καὶ μάλα εἰκότως, καὶ τὰς τῶν ἀπειθούντων κολάσεις, καὶ τὸν ἐν αὐτοῖς κλύδωνα, καὶ τὰς ἀπεράντους αἰκίας προσαπαγγέλλει χρησίμως. Οὐ γὰρ ἔστι χαίρειν αὐτοῖς, φησὶν, εἶπε Κύριος ὁ Θεός. Τοῦ δὲ Κυρίου καὶ πάντων Θεοῦ τὸ χαίρειν αὐτῶν ἀποστήσαντος, ποῖος αὐτοῖς θυμηδίας ὑπάρξει τρόπος; Ὅτι δὲ καὶ ἐν καιρῷ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ, ἀπομενοῦσί τινες ἐν ἀπειθείᾳ τῷ τῆς ἀνομίας υἱῷ προσκείμενοι, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος· «Ἀνθ' ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης.» Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ,» τουτέστιν ὁ τῆς ἀνομίας υἱὸς, ὡς ἔφην, «ἐκεῖνον λήψεσθε.» Οὐκοῦν κεκλήσεται μὲν