Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1280
Not analysed yet
κατὰ καιροὺς ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν καταπλουτήσει χάριν· ἀσεβεῖς δὲ καὶ ἄδικοί τινες ἀπομενοῦσι· καὶ τότε καθάπερ ἐν κλύδωνι πεσόντες ἀστάτῳ, καὶ τὸ χαίρειν εἰσάπαν ἀποβεβληκότες, ἀναπαύσασθαι οὐ μὴ δύνωνται· συντριβήσονται γὰρ μακρᾷ καὶ ἀτελευτήτῳ δίκῃ κατισχημένοι. Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰς ἁμαρτίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Τοὺς περὶ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ διαπεράνας λόγους, ἐφ' ἕτερόν τινα νουθεσίας ἔρχεται τρόπον, καλὸν καὶ ἐπωφελῆ, καὶ ἁπάσης εὐκοσμίας πρόξενον, καὶ λαμπρῶν στεφάνων ἐμποιητικόν· χρῆναι δέ φημι τὸν τῆς προφητείας σκοπὸν προαπογυμνῶσαι τοῖς ἐντευξομένοις, ὡς ἂν εἰδεῖεν ἐφ' ὅτῳ λοιπὸν ὁ τῶν εἰρημένων συντείνεται νοῦς. Οὐκοῦν ἐν τοῖς ἀνόπιν λόγοις, οἷς πεποίηται Θεὸς περὶ τῶν ἐξ Ἰσραὴλ, ἐμφανεῖς ἦσαν πολέμου καὶ εἰς ὅσον οὐδέπω παρεσομένης ἀδιαφύκτου συμφορᾶς [προαπαγγελίαι]. Ἔφη γάρ· «Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου· κἀγὼ ἰδών σε παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης· κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.» Ἐλέγομεν δὲ, ὅτι κακά φησιν ἐν τούτοις τῶν ἐξ Ἰσραὴλ, τὰ ἐπὶ τοῖς εἰδώλοις εὑρήματα. Διὰ τοῦτο καὶ ἔφασκεν· «Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.» Ἦν οὖν ἄρα τισὶ προαπαγγελία πολέμου, καὶ ἐκτεθρύλλητο παρὰ τοῖς Ἰουδαίων δήμοις τοῦτο· ἀλλ' ἦσάν τινες ἐν αὐτοῖς εὐλαβείας δόκησιν περικείμενοι, καὶ δρῶντες μὲν ἀφυλάκτως, ἃ μηδὲ θέμις εἰπεῖν, ὡραϊσμοῖς δὲ τοῖς ἔξωθεν ἑαυτοὺς κατακαλλύνοντες, καὶ δόξαν ἐπιεικείας, ὡς ἔφην, ἁρπάζοντες. Οὗτοι καὶ νηστείας ὑπεπλάττοντο, καὶ συχνὰς ποιεῖσθαι τὰς προσευχὰς, ἀποσκευάζεσθαι διὰ τούτου νομίζοντες τὰ ἐκ τῆς θείας ὀργῆς. Οὐκοῦν ἐπειδήπερ εἰς λήθην ἐνηνεγμένοι τῶν ἰδίων πλημμελημάτων, ᾠήθησαν ὅτι τοῖς τὰ αἴσχιστα δρᾷν εἰωθόσιν ἀπόχρη πρὸς δικαίωσιν καὶ ἁγιασμὸν ἀσιτία μόνη καὶ προσευχή· προστάττει Θεὸς τῷ προφήτῃ, λέγων· «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν.» Μὴ γὰρ δὴ λεληθότως, φησὶ, μήτε μὴν ἐν παραβύστῳ λάλει τισί· κέχρησο δὲ μᾶλλον ὑψηλῇ τινι καὶ ἐπηρμένῃ φωνῇ, καὶ ἐν πάσῃ παῤῥησίᾳ τοὺς πλημμελοῦντας ἐλέγχει, καὶ μανθανέτωσαν ἑαυτῶν τὰ πλημμελήματα, καὶ ὧν ἀποσχέσθαι χρῆν, εἴπερ ἤθελον εἶναι παρὰ Θεῷ τίμιοι, καὶ φειδοῦς ἄξιοι τοῖς [ἴσ. τῆς] παρ' αὐτοῦ. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Συνάπτουσι, φησὶν, ἡμέραν ἡμέραις, τὴν παρ' ἐμοῦ ζητοῦντες ἐπικουρίαν, καὶ γνῶναι θέλοντες τὰς ἐμὰς ὁδοὺς, τουτέστι τὰς ἐφ' ἑκάστῳ πράγματι διοικήσεις. Πολέμου γὰρ περιηγγελμένου, καὶ φόβου τὰ πάντα διακυκήσαντος, νενηστεύκασι μὲν, ᾠήθησαν δὲ ὅτι