Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.129
Not analysed yet
μίας, ἤγουν μετ' αὐτὴν, πεπληροφόρηκεν ἀπλανῶς τῶν προκειμένων ἡ δύναμις, ὡς οὐχ ἕτερον ἡμῖν ὁ προφήτης κατασημαίνει καιρὸν, ἢ ἐκεῖνον αὐτὸν καθ' ὃν τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν οἱ δείλαιοι, καὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν ἀποτετίκασι δίκην, κυκλουμένης ὑπὸ στρατοπέδων τῆς Ἱερουσαλήμ. Ὅτε καὶ εἰς τοῦτο δειμάτων κατακομισθῆναί φαμεν τῶν Ἰουδαίων τὸν νοῦν, ὡς φάναι τοῖς ὄρεσι· «Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς.» Τῇ τοίνυν, φησὶν, ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο τοῦ καιροῦ καθ' ὃν εἰς πέρας δραμεῖται τὰ προηγγελμένα, ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ, μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· βαθὺ δέ τι καὶ ἀπόῤῥητον ἐβουλεύσατο περὶ ἡμῶν. Ἐν μορφῇ γὰρ καὶ ἰσότητι Θεοῦ καὶ Πατρὸς ὑπάρχων, γέγονε καθ' ἡμᾶς, καὶ ἐπεφάνη μὲν τοῖς ἐπὶ τῆς γῆς· πλὴν οὐ δίχα δόξης, καὶ εἰ γέγονε σάρξ. Εἰργάσατο γὰρ τὰ θεοπρεπῆ, καὶ σημείων γέγονεν ἀποτελεστὴς, ἃ δὴ καὶ παντὸς ἀξιοῦται καὶ λόγου καὶ θαύματος. Ἐπιλάμψας γὰρ κατηλέησε τὸν Ἰσραὴλ, οὐ γὰρ ἀπόλωλεν εἰσάπαν. Τετήρηται δὲ τὸ κατάλειμμα, ὑψώθη τε καὶ δεδόξασται, καὶ ἐν βίβλῳ γέγραπται ζωῆς διαπρέψαν ἐν ἁγιασμῷ. Ἴδοι δ' ἄν τις ἀληθῆ τῆς προφητείας τὸν λόγον, ὡς ἐν ἀπαρχῇ τῶν σεσωσμένων τοῖς ἁγίοις ἀποστόλοις, οἳ καὶ ὑψώθησαν ἀληθῶς, καὶ τοῖς θείοις χαρίσμασιν ἐκλελαμπρυσμένοι, τὸ ἐν δόξῃ περιφανὲς πεπλουτήκασιν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά. Τεθεραπεύκασι γὰρ καὶ ἐν ἀῤῥωστίαις ὄντας πολλούς· ἀλλ' ἦσαν καὶ ἐν βίβλῳ γεγραμμένοι ζωῆς. Καὶ γοῦν ἔχαιρον μὲν ὅτι τὰ δαιμόνια ὑπετάσσετο αὐτοῖς, καὶ τοῦτο λέγουσιν ὑπήντα Χριστὸς, καὶ τοῖς ἔτι μείζοσιν ἐπιγάννυσθαι διδάσκων αὐτούς· «Μὴ χαίρετε,» φησὶν, «ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς.» Ὑψώθησαν τοίνυν οἱ ἐξ Ἰσραὴλ, ὡς ἐν μοίρᾳ τῇ τοῦ ἐγκαταλείμματος, περισεσωσμένοι· ἠξίωνται γὰρ τῆς παρὰ Χριστοῦ φιλοτιμίας καὶ χάριτος· υἱοὶ κεχρηματίκασι Θεοῦ· ἀδελφοὶ δὲ αὐτοῦ καὶ φίλοι· κοινωνοὶ τέθεινται τῆς δόξης· ἠξίωνται δὲ καὶ τῆς ἄνωθεν καὶ ἐν οὐρανοῖς ἀπογραφῆς, καὶ πολῖται κεχρηματίκασι τῆς νοητῆς Ἱερουσαλὴμ, τῆς τῶν ἁγίων μητρὸς, ἧς αὐτὸς ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν.» Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών· καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Ἀνανήφει πάλιν ὁ τοῦ προφήτου λόγος, καὶ τὰς ἐσομένας ἔσθ' ὅτε παρά τινων εὑρεσιλογίας περιττὰς ἀποφαίνει, καὶ τῶν τοῦ Θεοῦ κριμάτων κατεξανίστασθαί τισι κατ' οὐδένα τρόπον ἐφιεὶς προαπολογεῖται χρησίμως· ὥσπερ γάρ τινος ἐκεῖνο βοῶντος·