Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1281
Not analysed yet
μαθήσονται, καὶ ὅποι ποτὲ τὸ τοῦ πράγματος ἥξει πέρας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν. Ἐπιθυμοῦσι δὲ ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· τουτέστιν, ὡς ἐννόμως πολιτευσάμενοι, καὶ τῶν δοθέντων αὐτοῖς θεσπισμάτων ἄριστοι γεγονότες φύλακες, καὶ ἀμώμητον ἔχοντες ζωὴν, καὶ πολιτείας εὐαγοῦς αὐχήματι περικείμενοι. Τοῖς γὰρ τοιούτοις πρέποι ἂν τὸ καὶ ζητεῖν τὸν Θεὸν, τουτέστιν, ἐγγὺς εἶναι θέλειν αὐτοῦ, καὶ φειδοῦς ἀπολαύειν τῆς ἄνωθεν, γνῶναί τε πρὸς τούτῳ τὰς ὁδοὺς αὐτοῦ. Εἴρηται γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ' ἃν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται· ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας αὐτῶν.» Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἐγκαλοῦσί μοι, φησὶν, ὡς μὴ τὰ δίκαια νέμοντι διὰ τοῦ μὴ βούλεσθαι κατελεεῖν τοὺς ταπεινοὺς διὰ νηστείας καὶ προσευχῆς εἶτα βούλονται καὶ ἐγγὺς εἶναι Θεοῦ, ἐπ' οὐδενὶ μὲν τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων καυχώμενοι, ἀλλ' οὐδὲ τὴν ἐξ ἀρετῶν φαιδρότητα περικείμενοι, διὰ ψιλὴν δὲ καὶ μόνην τὴν ἀσιτίαν· καὶ δή φασιν· «Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες· ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως.» Καὶ οὐχ ὡς ἀγνοήσαντος Θεοῦ τὴν διὰ νηστείας αὐτῶν ταπείνωσιν τὰ τοιάδε φασίν· ἐπειδὴ δὲ οὐ γεγόνασιν ἐν αἰσθήσει τῶν αἰτιαμάτων, τὸ, Οὐκ εἶδες, καὶ τὸ, Οὐκ ἔγνως, φασίν. Εἰδέναι γὰρ τότε φαμὲν τούς τινων πόνους, τοὺς διά γε, φημὶ, προσευχῆς καὶ ἀσκήσεως, τὸν τῶν ὅλων Θεὸν, ὅτε κατανεύει τοῖς αἰτήμασιν αὐτῶν. Πῶς οὖν ἄρα νηστεύοντας οὐ προσίετο, καὶ ἀνευπαραδέκτους ἐποιεῖτο τὰς λιτὰς τῶν ἑαυτοὺς τεταπεινωκότων, ἀπολογεῖται, λέγων· Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν. Χρῆμα μὲν γὰρ ἐξαίρετον ἡ νηστεία, ὀνησιφόρος δὲ καὶ ἡ προσευχή· καὶ τὸ ταπεινοῦν ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πλείστην ὅσην ἔχει τὴν ὄνησιν. Γέγραπται γὰρ, ὅτι «Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.» Ἔφη δὲ καὶ ὁ θεσπέσιος Δαβίδ· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλεον·» ναὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεός· Ἐπιστράφητε πρός με, φησὶν, ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Ἐλεεῖ γὰρ ἑτοίμως τοὺς αὐτόκλητον ποιουμένους τὴν διὰ πόνου ταπείνωσιν. Ἀλλ' ἔστι τῶν ἀτοπωτάτων, τοὺς ἐλεεῖσθαι θέλοντας παροτρύνειν ἑτέρως τὸν νομοθέτην, καὶ καλεῖν εἰς ὀργὰς διὰ τοῦ μηδὲν ἐργάζεσθαι φιλεῖν