Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1284
Not analysed yet
τῶν προστεταγμένων· ὁλοτρόπως γὰρ ἁγίους εἶναι χρὴ τοὺς προσιόντας Θεῷ, καὶ διαπρέπειν ἐν ἀγαθουργίαις, καὶ ῥύπου παντὸς ἐλευθέρους ὄντας ὁρᾶσθαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας φησί· Νενηστεύκατε μὲν, ἐγὼ δὲ οὐκ εἶδον, τουτέστιν, οὐ προσέσχον· ἐταπεινώσατε τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐκ ἔγνων, τουτέστιν, οὐκ ἠξίωσά τινος ἀμοιβῆς τὴν ὑμῶν ταπείνωσιν· ἐπειδήπερ ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν. Δεῖ δὴ οὖν ἄρα, τοὺς νηστεύειν ἐθέλοντας καθαρῶς καὶ ἁγίως, ἀποφοιτῆσαι μὲν τῶν ἰδίων θελημάτων, ἀνθελέσθαι δὲ τὸ τῷ Θεῷ δοκοῦν, καὶ εὐήνιον ὑποσχεῖν τοῖς αὐτοῦ θελήμασι τὸν αὐχένα· ἀλλ' οὐκ ἔδρων τοῦτο οἱ ἐξ Ἰσραήλ ποθεν· εἴποντο δὲ μᾶλλον τοῖς ἑαυτῶν θελήμασι τὸ τῷ νομοθέτῃ δοκοῦν ἀτιμάζοντες, ὑπένυττον δὲ καὶ τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας· καίτοι δέον εἰς ὁμοψυχίαν συλλέγειν τοὺς ἀλλήλοις ἀντανισταμένους, καὶ βραβεύειν εἰρήνην τοῖς διενηνεγμένοις εἰς διαφοράς. Ἀλλ' εἰς πᾶν τοὐναντίον τὰς σπουδὰς ἐκεῖνοι μεθίστασαν. Ἔτυπτον δὲ καὶ ταπεινὸν, καὶ οὐχὶ πάντως χερσὶν, ἀλλ' ὕβρεσι καὶ πλεονεξίαις, ἤγουν καθ' ἕτερόν τινα τρόπον ἀδικίας. Εἶτα πῶς ἦν ἐπαινέσαι νηστεύοντας, τῆς τοιαύτης ἀκαθαρσίας ἐνούσης αὐτοῖς; ἢ πῶς ἂν ἐδέχθησαν εὐχαὶ τῶν οὕτως ἀλιτηρίων; Ἵνα τί μοι νηστεύετε, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ' οὕτως καλέσετε νηστείαν δεκτήν. Τῆς ἀληθοῦς νηστείας ἡ δύναμις ἐξαίσιον ἔχει τὴν βοὴν παρὰ τῷ πάντων κρατοῦντι Θεῷ. Δέχεται γὰρ ἴσως ἀσμένως τῶν σεβομένων αὐτὸν τὰς λιτάς· κἂν ἴδῃ ταπεινουμένους διὰ πόνων καὶ ἀσκήσεων, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα. Τῆς γε μὴν, ἥπερ ἂν γένοιτο ῥᾳθύμως τε καὶ ἀτημελῶς, ἀπόβλητον ποιεῖται τὸν τρόπον. Καὶ νηστείαν μὲν εἷναί φαμεν ἁγιοπρεπῆ, τὴν ἐκ καθαροῦ συνειδότος ἐπιτελουμένην· ἢν ἄν τις ποιοῖτο προαποφοιτήσας εὐσθενῶς τῶν τῆς φαυλότητος τρόπων, καὶ πᾶσαν κηλίδα τῆς ἑαυτοῦ διανοίας ἀποπεμψάμενος, ἀποτριψάμενός τε τῆς φιλοσαρκίας τοὺς ῥύπους, καὶ νιψάμενος ἐν ἀθώοις τὰς χεῖρας, κατὰ τὸ γεγραμμένον· καὶ ἁπαξαπλῶς, ἁπάσης ἀγαθουργίας ἐκμελητὴς ἀναδεδειγμένος. Ἡ δὲ οὐκ οὖσα τοιαύτη, πεπλανημένη μὲν ὥσπερ, καὶ ἐν εἴδει μὲν οὖσα νηστείας, ἔχουσα δὲ τῶν αὐτῇ πρεπόντων παντελῶς οὐδὲν, γελᾶ τε καὶ ἀσχημονεῖ. Οἱ γὰρ τὸ εἶναι χρηστοί τε καὶ ἀγαθοὶ παντελῶς ὀλιγωρήσαντες, καὶ τῶν ἀρίστων ἀνδραγαθημάτων οὐδὲν προκατωρθωκότες· εἶτα τὴν ἀσιτίαν τὴν ἀκερδῆ, καὶ ἀνόνητον, ὡς μέγα τι χρῆμα καὶ παρὰ Θεῷ τίμιον ἐπιτηδεύοντες· εἰκῆ πυκτεύουσι, καὶ εἰς ἀέρα δέρουσιν· οὐ γὰρ ἔμμισθος ὁ πόνος αὐτοῖς, ὅτι καὶ ἀπαράδεκτος τῷ Θεῷ. Ἵνα τί τοίνυν νηστεύετέ μοι, φησὶν, ὥστε ἐν ἡμέρᾳ μιᾷ τὴν κραυγὴν τῆς φωνῆς ὑμῶν ἀκουσθῆναι; Κραυγὴν δέ φησιν, ἤτοι τὴν προσευχὴν τὴν μετά γε, φημὶ, τῆς ἀνωφελοῦς νηστείας, ἤγουν τὴν ἀπ' αὐτοῦ τοῦ πράγματος. Ἔχειν γάρ τινα λέγονται φωνὴν πρὸς τὸν