Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.132
Not analysed yet
Ὑψωθήσονται πάλιν οἱ υἱοὶ Ἰσραήλ· δοξασθήσονται δὲ, καὶ τὴν ἄνω κερδανοῦσιν ἀπογραφὴν, καίτοι δεδυσσεβήκασιν οὐ μετρίως, ἀπεκτόνασι τοὺς προφήτας, ἐλιθοβόλησαν τοὺς ἀπεσταλμένους, καὶ αὐτὸν δὲ τελευτῶντες προσέθεσαν τὸν Χριστὸν, καὶ γεγόνασιν αὐτῶν αἱ χεῖρες αἵματος πλήρεις. Τί οὖν ὁ προφήτης; «Ἐκπλυνεῖ,» φησὶ, «Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.» Πεπλημμελήκασι μὲν γὰρ ὁμολογουμένως· ἐδικαίου δὲ πάντας ἡ χάρις ἡ διὰ Χριστοῦ, καὶ αὐτοῖς δὲ τοῖς πεφονευκόσιν ἐχαρίζετο τὴν ἀμνηστίαν. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων, ποτὲ μὲν, ὅτι «Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.» Ποτὲ δὲ πάλιν· «Καὶ νῦν, ἀδελφοὶ, οἶδα, κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι καὶ τοῖς τέκνοις ὑμῶν.» Ὁ τοίνυν, φησὶν, ὁ τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ὁ πολὺς εἰς ἔλεος, ὁ νικῶν ἡμερότητι τὰς ἀνθρωπίνας μικροψυχίας· ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ἐκπλυνεῖ τὸν ῥύπον τῶν ἡμαρτηκότων, ἐκκαθαριεῖ δὲ καὶ τὸ αἷμα ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ τὸ μὲν τῆς κρίσεως πνεῦμά φαμεν, τὴν μετὰ κρίσεως ὀρθῆς, ἤτοι δικαιοσύνης, ἐξενεχθεῖσαν ἐφ' ἡμῖν παρὰ Θεοῦ ψῆφον. Οὕτω γάρ πού φησιν ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου.» Ἐδίκασε γὰρ τῷ αἰῶνι τούτῳ καὶ τῷ Σατανᾷ· καὶ τὸν μὲν ἐκβέβληκεν ὡς ἠδικηκότα· δεδικαίωκε δὲ τοὺς ἐν τῷ κόσμῳ διὰ τῆς πίστεως ὡς ἠδικημένους. Καύσεως δὲ πνεῦμά φαμεν τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι χάριν, οὐ δίχα Πνεύματος ἐν ἡμῖν γινομένην. Βεβαπτίσμεθα μὲν γὰρ οὐκ ἐν ὕδατι γυμνῷ, ἀλλ' οὐδὲ σποδῷ δαμάλεως, ἐῤῥαντίσμεθα δὲ πρὸς μόνην τὴν τῆς σαρκὸς καθαρότητα, καθά φησιν ὁ μακάριος Παῦλος, ἀλλ' ἐν Πνεύματι ἁγίῳ, καὶ πυρὶ τῷ θείῳ καὶ νοητῷ, τοὺς τῆς ἐν ἡμῖν φαυλότητος δαπανῶντι ῥύπους, καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἐκτήκοντι μολυσμόν. Τοιαύτην ἡμῖν τοῦ Σωτῆρος τὴν ἄφιξιν καὶ ἕτερος τῶν ἁγίων προφητῶν προκαταμεμήνυκε λέγων· «Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Περὶ μὲν γὰρ τῶν Ἰουδαίων, οἳ καὶ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἔνοχοι μεμενήκασιν· «Ἐξέλιπε,» φησὶ, «φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβδος, εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν· ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.» Ἐφ' ἡμῖν δὲ τοῖς πεπιστευκόσιν, οὐκ εἰς κενὸν κεκοπίακεν ἀργυροκόπος, οὔτε μὴν ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς ἢ μόλιβδος, κεκαθάρμεθα γὰρ ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Εἰ δὲ δὴ