Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1297
Not analysed yet
λεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς,» τουτέστι, τῶν ἐπὶ γῆς. Τότε κληρονομήσομεν γενεὰς γενεῶν, μακροημέρευσιν δηλονότι καταργηθέντος θανάτου, καὶ ἀνῃρημένης εἰσάπαν τῆς φθορᾶς. Εἴρηται δὲ πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς, ὀστᾶ ψυχῆς νοητὰ, πρακτικαί τινες αὐτῆς δυνάμεις καὶ ἐνέργειαι, ὡς ἔν γε τῷ φάναι, ὅτι «Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» Οὐ γάρ τοι τὰ τοῦ σώματος ὀστᾶ διασκίδνησι Θεὸς, συνθραύει δὲ μᾶλλον τὰς τῆς ψυχῆς αὐτῶν δυνάμεις, ὥστε μηδὲν δύνασθαι κατορθοῦν τῶν ὁρώντων αὐτοὺς, καὶ οὐκ εἰς δόξαν Θεοῦ μᾶλλον, οὔτε μὴν εἰς ὄνησιν τῆς αὐτῶν ψυχῆς πράττεσθαί τι τῶν παρ' ἐκείνοις φιλεῖ. Ἔφη δὲ πάλιν ὁ θεσπέσιος Μελῳδὸς, «Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν,» τουτέστι, δοξολογεῖν καὶ προσεύχεσθαι, σεσίγηκα πεσὼν εἰς ἀνθρωπίνην μικροψυχίαν. Ἐπαλαιώθη μου τὰ ὀστᾶ, τουτέστιν, ἐσαθρώθησαν αἱ τῆς διανοίας, ἤτοι τῆς ψυχῆς δυνάμεις. Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἔσθ' ὅτε παραλυθεῖσαι βραχὺ πάλιν ὡς βοτάνη ἀνατέλλουσι, καταπιαίνοντος Θεοῦ παρακλήσεσι ταῖς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἀναῤῥωννύντος αὐτὴν, ὥστε διὰ τοῦτο κληρονόμους ἡμᾶς καταστῆναι τῆς εἰς μακραίωνα ζωῆς· σημαίνει γὰρ τοῦτο, καὶ ἕτερον οὐδὲν τὸ, εἰς γενεὰς γενεῶν. Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀναμέσον παύσεις. Δι' ἑτέρων δύο παραδειγμάτων ὁ προφητικὸς ἡμῖν ἔρχεται λόγος, καὶ τῶν κεκρυμμένων ἐννοιῶν τὸ κάλλος ἐκφαίνεται. Ὡς γὰρ ἐπὶ πόλεως ἐρημωθείσης ποτὲ, καὶ κατασεσεισμένης εἰσάπαν, ὡς καὶ ἀτείχιστον αὐτὴν ἀπομεῖναι, τὸ τοῦ λόγου πλάττεται σχῆμα. Αἱ γὰρ ἔρημοί σου, φησὶν, οἰκοδομηθήσονται αἰώνιοι, τουτέστιν, οὐκ ἔσῃ γυμνὴ τῶν οἰκούντων τὴν σὴν καρδίαν λογισμῶν ἀγαθῶν, οὔτε μὴν ἀτείχιστος, ἢ ἀφρούρητος ἀπομενεῖς, καὶ βάσιν ἑδραίαν οὐκ ἔχουσα. Γενήσεται γάρ σοι θεμέλιος ὁ Χριστὸς καὶ ἀσφάλεια διηνεκὴς, καὶ ὡς πόλις ἔσῃ πολυανδροῦσα καὶ ἀναριθμήτους ἔχουσα τοὺς οἰκήτορας. Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ λόγων τε καὶ ἐννοιῶν εἰσι μεσταὶ, τῶν περὶ Θεοῦ δηλονότι. Πλεῖστοι δὲ οὗτοι, καὶ διὰ τῆς εἰς λῆξιν ἀκριβείας ἐρχόμενοι, ἄνω τε καὶ κάτω περιθέοντες αὐτὴν, πλήρη τε αὐτὴν ἀποφαίνοντες ἀγαθοῦ παντός. Κληθήσῃ δὲ πρὸς τούτῳ καὶ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις· τοὺς μὲν γὰρ ἐρήμους τῶν κήπων πολλοὶ λίαν οἱ διαστοιχίζοντες. Ἐφεστηκότος γὰρ ὅλως οὐδενὸς, ἤγουν περιφράττοντος ἀπρὶξ εἶεν ἂν οὐδὲν κωλύοντες τοὺς διὰ μέσου βαδίζειν ἐθέλοντας. Εἰ δὲ δὴ γένοιντό πως ὑπὸ γηπόνον ἀσφαλῆ, τότε καὶ ἀποβάλλουσι τὸ τοῖς τῶν πολλῶν ὑποκεῖσθαι ποσὶν, ἐγηγερμένου δηλονότι φραγμοῦ. Πεπαύσονται γὰρ οὕτως αἱ διὰ μέσου τρίβοι. Ἔσῃ τοίνυν, φησὶν, ὡς ἐπιμελὴς γηπόνος φραγμοὺς ἐγείρων, καὶ παύων