Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1300
Not analysed yet
τὰς ἀναμέσον τρίβους. Ἕως μὲν γὰρ ἀφρούρητός ἐστι ψυχὴ, ῥέγχουσα πρὸς τὸ ῥᾴθυμον, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ταύτης ἕνεκα τῆς αἰτίας οὐκ ἀστιβὴς, ἀλλ' ἔοικε κήπῳ διοδευομένῳ παρὰ παντὸς ὁτουοῦν. Ἐπὰν δὲ διανήψασα τῶν τῆς φαυλότητος ἀποπηδήσῃ βρόχων, ἐπιδράξηται δὲ μᾶλλον τοῦ θέλειν ἀγαθουργεῖν, καὶ ὥσπερ τινὰ φραγμὸν ἀναστήσῃ τῷ νῷ τὴν ἀσφάλειαν, τὴν ἀπό γε, φημὶ, τοῦ θείου φόβου, καὶ ἀποσοβήσῃ τῆς διανοίας τοὺς πάλαι κρατοῦντας αὐτῆς διαλογισμοὺς, οἳ διὰ μέσης ὥσπερ ᾔεσαν αὐτῆς ὑπὸ πόδας ἔχοντες ταύτην, καὶ θέντες εἰς καταπάτημα διὰ τοῦ κατακρατεῖν αὐτῆς, τότε κεκλήσεται καὶ οἰκοδόμος φραγμῶν. Ἰστέον δὲ ὅτι καὶ αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις κατατρέχουσιν ἔσθ' ὅτε τῆς ἀθλίας ψυχῆς, μυσαρὰς ἡδονὰς ἐκτίκτουσαι, καὶ ἀποφέρουσαι τυραννικῶς οἷπερ ἂν βούλωνται, καὶ ὡς διὰ κήπου κεχερσωμένου βαδίζουσαι. Πεπαύσονται δὲ τοῦ καταπατεῖν αὐτὴν, ἐγηγερμένου φραγμοῦ, ὃν ὁ θεῖος ἐν ἡμῖν ἀνίστησι φόβος. Ἐφαρμόσεις δὲ τὸν τοιόνδε λόγον καὶ ἑκάστῳ τῶν ἁγίων μυσταγωγῶν. Γεγόνασι γὰρ οἰκοδόμοι φραγμῶν, ἀσφαλιζόμενοι ταῖς εἰς ἀρετὴν νουθεσίαις τὰς τῶν παιδευομένων ψυχὰς, ὥστε καὶ ταῖς τῶν ἡδονῶν ἐφόδοις ἀστιβῆ τρόπον τινὰ τὴν διάνοιαν ἔχειν καὶ βωμολοχίαις, ἔκ τε τῶν κενοφωνεῖν εἰωθότων, οἳ τὸν ὀρθὸν τῆς πίστεως ἐκκαπηλεύουσι λόγον, μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐὰν ἐπιστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ, καὶ καλέσῃς τὰ Σάββατα τρυφερὰ, τῷ Θεῷ σου ἅγια, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ' ἔργῳ, οὐδὲ λαλήσῃς λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ Πατρός σου. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὁ θεσπέσιος Παῦλος τὴν τοῦ νόμου σκιὰν ὡς ἀδρανῆ παρωθούμενος εἰς πνευματικὴν θεωρίαν μεθίστησι τὰ ἐν αὐτῷ. Οὔτε γὰρ τὴν κατὰ σάρκα περιτομὴν, οὔτε τὴν κατὰ τὸ Σάββατον ἀργίαν ἀποδεξάμενον καταθρῆσαί τις ἂν αὐτὸν, περιτομὴν δὲ μᾶλλον πνευματικὴν, καὶ σαββατισμὸν ὁμοίως διακηρύττων ὁρᾶται. Ἔφη γὰρ, ὅτι «Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἄλλ' ἐκ τοῦ Θεοῦ.» Περὶ δὲ τοῦ Σαββάτου ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Οὐκοῦν εἴ τις παύσαιτο τῶν ἰδίων ἔργων, ἤτοι τῶν ἑαυτοῦ θελημάτων τὸ χρῆναι κρατεῖν ἐπιδοὺς τοὶς ἱεροῖς θεσπίσμασιν, οὕτως Σαββατίζει πνευματικῶς, καὶ ἁγίαν ἀληθῶς ἡμέραν ἐπιτελεῖ. Τοῦτο καὶ τῆς ἐν χερσὶ προφητείας διαδείκνυσιν ἡμῖν ὁ λόγος. Ἐὰν γὰρ ἀποστρέψῃς, φησὶ, τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ. Τὸ δὲ, ἀποστρέ-