Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.16
Not analysed yet
Ἱερουσαλὴμ προαγορεύσεις ποιεῖσθαι, καὶ τὰ λόγου παντὸς ἐπέκεινα προκαταμηνύσειν πάθη, καὶ τὰς ἀνηκέστους συμφορὰς, οὐκ ἠγνόησεν ὅτι πάντη τε καὶ πάντως ἀκονηθήσονται πρὸς ὀργὰς οἱ πρὸς οὓς ὁ λόγος. Κύριον τοίνυν τὰ τοιάδε πρὸς αὐτοὺς λαλῆσαί φησιν, τὸν τῶν ἀνοσίων θυμὸν εὐτεχνέστατα διωθούμενος, καὶ οἷον ἐκδυσωπῶν τὰς ἀδίκους ὀργάς. Εἰ γὰρ παρελήφθη μεσίτης καὶ διάκονος, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύοι λόγους, πῶς ἂν ἐπ' αὐτῷ δικαίως ὀργίζοιτό τις; μᾶλλον δὲ, πῶς οὐχὶ κατὰ Θεοῦ τοῦ λελαληκότος τὰ ἐξ ὀργῆς γένοιτ' ἂν δυσσεβῆ τολμήματα. Διαμαρτύρεται τοίνυν σφόδρα εἰκότως οὐρανόν τε καὶ γῆν; Ἐπειδὴ γὰρ ἔμελλε τὰς κατὰ τοῦ Ἰσραὴλ ποιεῖσθαι μομφὰς, καὶ ἀγγέλους εἰδέναι βούλεται τοὺς κατ' οὐρανὸν, καὶ αὐτὴν δὲ τὴν σύμπασαν γῆν, τῆς ἐκείνου δυσσεβείας τοὺς τρόπους, ἵνα μή τις οἴηται κεκινῆσθαι μάτην ἢ καὶ προαλῶσι ἐπὶ μικροῖς τε καὶ εὐτελεστάτοις πταίσμασιν, ἀπόβλητον ποιεῖσθαι τὸν ἠγαπημένον, καὶ εἰς κλῆρον αὐτῷ τεθέντα λαὸν, καὶ τὸ πάλαι διὰ πολλῆς ἄγαν ἰσχύος, τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἐξῃρημένον. Ἠλέησε μὲν γὰρ ὡς ἀδικούμενον παρά τε τὸ εἰκὸς, καὶ τὴν τοῖς πατράσι πρέπουσάν τε καὶ ἐνοῦσαν εὐγένειαν, ἀβουλήτῳ θητείᾳ κατηχθισμένους. Ἐπειδὴ δὲ ἀντέπραττον οἱ πλεονεκτήσαντες, ἐκολάζοντο πικρῶς, πάντα τρόπον αὐτοῖς αἰκίας ἐπιῤῥιπτοῦντος Θεοῦ. Ὥσπερ τοίνυν ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τοῖς ἐξ Ἰσραὴλ, οὕτω βούλεται καὶ τὸν τῆς ἀποβολῆς μὴ ἀγνοεῖσθαι τρόπον. Εἰ δὲ δὴ βούλοιντό τινες καὶ αὐτὰ καλεῖσθαι τὰ στοιχεῖα διὰ τῆς τοῦ προφήτου φωνῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λόγου τῶν ἐννοιῶν ἡ δύναμις, ἐκεῖνο διεσκεμμένοις. Ἐλυτροῦτο μὲν γὰρ, ὡς ἔφην, τῆς Αἰγυπτίων ἀνοσιότητος διὰ Μωσέως ὁ Ἰσραήλ. Ἐπειδὴ δὲ τοῖς τοῦ Θεοῦ νεύμασιν ἀνοσίως ἀντανιστάμενος ἔφασκεν ὁ Φαραὼ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ, συνωπλίζετο τῷ ἰδίῳ δεσπότῃ κατὰ τῶν ἀπεχθούντων ἡ κτίσις. Ἄνωθεν μὲν γὰρ καὶ ἐξ οὐρανοῦ πλεῖστά τε ὅσα καὶ περιφανῆ γεγόνασι σημεῖα, πλεῖστα δὲ ὁμοίως καὶ οὐκ ἀθαύμαστα ἐν αὐτῇ τῇ γῇ. Ὁ μὲν γὰρ οὐρανὸς καθίει τὴν χάλαζαν, ἡ δὲ γῆ βατράχους ἐξέῤῥιψε, καθὰ γέγραπται· καὶ τὸ μὲν ὕδωρ εἰς αἷμα μετεσκευάζετο, αἰθάλης δὲ καμιναίας κατασκιδναμένης, καὶ τὸν ἀέρα θολούσης, ἕλκη καὶ φλυκτίδες ἀναζέουσαι τοῖς ἐν πάντων συνέβαινε σώμασιν. Ὡς οὖν καὶ αὐτῶν τῶν στοιχείων μονονουχὶ μάτην ἐπὶ τοῖς λελυτρωμένοις πεπονηκότων, «Ἄκουε, οὐρανὲ, φησὶν, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν.» Προσβαλοῦμεν δὲ καὶ ἑτέρως ταῖς τῶν προκειμένων ἐννοίαις. Ἀτιμήσαντες μὲν γὰρ τὴν διὰ νόμου παίδευσιν οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν σωτηρίων μαθημάτων ὀλιγωρήσαντες τὸν ἕνα τε καὶ φύσει καταλελοιπότες Θεὸν τοῖς ἀκαθάρτοις δαίμοσιν τὰς θεραπείας προσῆγον ἐν ὄρεσι καὶ βουνοῖς, καὶ ἐν ταῖς εὐδενδροτάταις φάραγξιν τεθυμιάκασί τε καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Καὶ ἠγανάκτει μὲν ἐπὶ τούτοις, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, ἔφη δὲ πρὸς ἕνα τῶν ἁγίων προφητῶν·