Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1301.1
Not analysed yet
ψεις τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, οὐδὲν ἕτερον εἴη ἂν, ὥς γε οἶμαι πλὴν ὅτι τὸ μὴ χρῆναι δρᾷν, ἃ ἂν βούλοιτό τις, καὶ τὰς τῶν ἰδίων ἐπιθυμιῶν ἰέναι τρίβους. Ὅτι γὰρ τῶν ἀνθρωπίνων θελημάτων ὁ σκοπὸς εἰς τὸ φιλήδονον βλέπει, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος· «Οὐ γὰρ ὃ θέλω τοῦτο ποιῶ ἀγαθὸν, ἀλλ' ὃ μισῶ κακὸν τοῦτο πράσσω, συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Δεῖ δὴ οὖν ἄρα καὶ μάλα νεανικῶς καταγωνίσασθαι μὲν τὸ ἴδιον θέλημα τοὺς εὐδοκιμεῖν ἐθέλοντας παρὰ Θεῷ, τοῖς δὲ θείοις αὐτοῦ νόμοις πανταχοῦ ἑπομένους τὴν ἀξιάγαστον τῆς δικαιοσύνης διάττειν ὁδόν. Τρυφερὰ δὲ Σάββατά φησι τὰ μηδὲν ἔχοντα τῶν ἀπὸ γνώμης. Σκληρὰ δὲ γνώμη καὶ ἀπηνὴς, τὸ μὴ ὑποκεῖσθαι θέλειν, οἷς ἂν βούληται Θεός· τοιοῦτον ὄντα τὸν Ἰσραὴλ διήλεγξε λέγων, «Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Τὸ εὐπειθὲς οὖν ἄρα, καὶ τὸ εὐήνιον, καὶ τὸ εἰκτικὸν τοῦ τρόπου, τρυφερὰν ἀποφαίνει τῷ Θεῷ τὴν κατὰ τὸ Σάββατον ἀργίαν, ἤτοι τὸν κατὰ πνεῦμα σαββατισμὸν, ὃν οἱ κατορθοῦν ἐθέλοντες ἀμωμήτως οὐκ ἀροῦσιν ἐπ' ἔργῳ τὸν πόδα, τουτέστιν, οὐ βαδίζουσι πρακτικῶς, ἐπιτελοῦσι δὲ μᾶλλον τὴν εὐαγῆ, καὶ ὀνησιφόρον ἀργίαν, τὴν ἐπί γε, φημὶ, τοῖς αἰσχίστοις, καὶ βδελυροῖς, καὶ ἀπηχθημένοις τῷ Θεῷ πράγμασι. Βούλεται δὲ τοὺς τοιούτους καὶ ὀργῆς καὶ θυμοῦ κατευμεγεθοῦντας ὁρᾶσθαι, καὶ θύραν ἔχοντας ἐπὶ γλώττῃ καὶ μοχλόν. Οὐ γὰρ λαλήσεις λόγον, φησὶν, ἐν ὀργῇ ἐκ τοῦ στόματός σου. Δύο δὴ οὖν ἐνταῦθα περιτέμνει δεινὰ καὶ παγχάλεπα, ὧν ἄν τις ἀποφοιτήσας τέλειος ἔσται παρὰ Θεῷ. Ἔφη γάρ τις τῶν ἁγίων ἀποστόλων, «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ δυνάμενος χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Ὁ δὲ κρείττων ὀργῆς, πάντως που καὶ εὐσχήμων, εἴπερ ἐστὶν ἀληθὲς καὶ τὸ ἔμπαλιν· γέγραπται γὰρ ὅτι «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Πράους οὖν ἄρα καὶ πλείστην ὅσην ἔχοντας τὴν ἀρετὴν εἶναι βούλεται ὁ Θεὸς τοὺς σαββατίζοντας νοητῶς, καὶ ἁγίως, καὶ τρυφερῶς, καὶ πεποιθέναι κελεύει, οὐκ ἐπὶ πλούτῳ μᾶλλον ἢ δυναστείαις κοσμικαῖς, οὐκ ἐπὶ ῥώμῃ σωμάτων, οὐκ ἐφ' ἑτέρῳ τινὶ τῶν τοιούτων, ἃ πόαις ἐν ἴσῳ ταῖς ἐν ἀγροῖς πρόσκαιρά τέ ἐστι καὶ εὐμάραντα, ἐπὶ Κύριον δὲ μᾶλλον τὸν ἁπάσης εὐθυμίας καὶ χορηγὸν καὶ πρύτανιν. Τὰ τῶν οὕτω ζῇν εἰωθότων, ὅτι οἶοί τινες εἶεν, ἀνθρώπους στεφανοῖ, διαδείκνυσι λέγων, ὅτι «Ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε ἐπὶ τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου.» Ἐπηγγείλατο μὲν γὰρ τοῖς τῶν Ἰουδαίων πατράσιν ὁ τῶν ὅλων Θεὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ δὴ καὶ εἰσεκομίσθησαν εἰς αὐτὴν στρατηγοῦντος Ἰησοῦ μετὰ τὸν ἱεροφάντην Μωσέα· Εἶτα πῶς διὰ τῶν προκειμένων στίχων, ὡς οὕπω λαβοῦσι τὸν κλῆρον τὸν ἐπαγγελθέντα τῷ πατριάρχῃ Ἰακὼβ,