Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1304
Not analysed yet
δώσειν αὐτοῖς ἐπαγγέλλεται; Οὐκοῦν οὐ περὶ τῆς αἰσθητῆς, ἤτοι τῆς κατακληροδοθείσης αὐτοῖς ἡ ἐπαγγελία ἦν τῷ Θεῷ πρὸς τὸν θεσπέσιον Ἰακὼβ, ἤγουν ἐπὶ Ἀβραάμ τε καὶ Ἰσαὰκ, περὶ ἐκείνης δὲ μᾶλλον, ἣν αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ὅτι δὲ πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσονται τὰ ἐπηγγελμένα, πιστοῦται λέγων· Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα· ἀμήχανον δὲ τοὺς θείους διαπεσεῖν λόγους· Θεὸς γάρ ἐστιν ἀλήθεια. Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ· οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις. καὶ λαλοῦσι κενά. Ἐν τοῖς ἀνόπιν βραχὺ τὸ τοῦ Θεοῦ πρόσωπον εἰσεκομίσθη, λέγον τῷ θεσπεσίῳ προφήτῃ· «Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰς ἀνομίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες, Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ὑμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσιν καὶ μάχας νηστεύσετε· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.» Ἐλέγομεν δὲ τὴν τῆς προφητείας δύναμιν, ὡς ἔνι, διερμηνεύοντες, ὅτι τοῖς τεθεσπισμένοις διὰ τοῦ πανσόφου Μωσέως ἀντανιστάμενοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ διαζῇν ὀρθῶς, ἔδρων δὲ τὰ συνήθη, στυγητὸν τῷ Θεῷ καὶ φιλαμαρτήμονα πολιτείας τρόπον ἐπιτηδεύοντες, εἶτα πολέμου περιαγγελθέντος ἔσθ' ὅτε τὸ ἀσιτεῖν ἐσκέπτοντο διὰ γυμνῆς καὶ μόνης νηστείας, ἤγουν ἀσιτείας, ἵλεων καταστήσειν ἐφ' ἑαυτοῖς οἰόμενοι τὸν κριτήν. Εἶτα διεγόγγυζον τῆς ἐλπίδος ἡμαρτηκότες, καὶ δὴ καὶ ἔφασκον· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἄθρει δὴ οὖν, ἄθρει τὸν θεσπέσιον προφήτην, ὡς ἐκ πολλῆς ἄγαν φιλοθεΐας ἐπιτιμῶντα αὐτοῖς, καὶ λέγοντα, Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι; Οὐ γὰρ ἠτόνησε, φησὶν, ἡ πανσθενὴς τοῦ Κυρίου δεξιὰ, ἀλλ' οὐδὲ τὸ οὖς βαρυνθὲν ἔχει καὶ ἀπεστραμμένον, ὥστε μὴ εἰσακοῦσαι. Τὰ δὲ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ αὐτοῦ. Οὐκοῦν εἴ τις ἀφέλοιτο τὴν διαφορὰν, καὶ ἀποστῆσαι τὸ διατειχίζον τῆς πρὸς Θεὸν γνώσεως, τουτέστι, τὴν ἁμαρτίαν, οὐ μακρὰν ὁ σώζων ἐστὶν, ἀλλὰ δέξεται πάντως τὰς ἱκετηρίας.