Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1305
Not analysed yet
Ἔνεστι γὰρ αὐτῷ καὶ τὸ πανσθενὲς, καὶ τὸ προσίεσθαι φιλαγάθως τὰς παρὰ τῶν καμνόντων λιτάς. Ποῖαι τοίνυν ἁμαρτίαι διιστῶσιν ἀναμέσον τοῦ Θεοῦ, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιφέρει, λέγων· «Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ἐλάλησαν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.» Ἀπεκτόνασι μὲν γὰρ προφήτας ἁγίους τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, κατελάλησαν δὴ καὶ αὐτοῦ. Ἔφη γοῦν Ἱερεμίας, Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με· παρεὶς δὲ τὰ τοιάδε νῦν τὴν κατὰ Χριστοῦ δυσσέβειαν ἐγκαλεῖν ἔοικε, τὰς χεῖρας αὐτῶν αἵματι μεμολύνθαι λέγων. Γεγόνασι δὲ κυριοκτόνοι, ἐλάλησαν δὲ καὶ τὰ χείλη αὐτῶν ἀνομίαν, καὶ ἡ γλῶσσα αὐτῶν ἀδικίαν ἐμελέτησε· οὐ γὰρ διαλελοίπασι μαχόμενοί τε καὶ ὀνειδίζοντες, καὶ καταλαλοῦντες Χριστοῦ, καὶ ποτὲ μὲν διασύροντες τὰς θεοσημείας, καὶ καταψευδόμενοι τῆς θεοπρεποῦς μεγαλουργίας, ποτὲ δὲ κατηγοροῦντες καὶ λέγοντες· «Αἶρε, αἶρε, σταύρου αὐτόν.» Ποτὲ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ψῆφον ἄδικον ὑπομείναντος Χριστοῦ, μετὰ παῤῥησίας ἁγιοπρεποῦς ὁ προφήτης ἀναφθέγγεται, Οὐδεὶς ἐλάλει δίκαια, οὐδ' ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις, καὶ καλοῦσι κενά. Ποία δὲ αὐτῶν ἡ ματαία πεποίθησις; ᾨήθησαν γὰρ ὅτι τὸν κληρονόμον ἐκ μέσου ποιησάμενοι, καθέξουσι τὸν κλῆρον αὐτοῦ· καὶ ταῦτα πρὸς ἀλλήλους κενοφωνοῦντες οἱ δείλαιοι δεδυσσεβήκασι εἰς αὐτόν. Ἢ τοίνυν τὴν εἰς Χριστὸν δυσσέβειαν ὁ προφητικὸς ἐγκαλεῖ λόγος τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἤγουν ὅτι κατ' οὐδένα τρόπον ἐπιεικεῖς ὄντες ἁλοῖεν ἂν, οἵ γε καὶ χεῖρας ἔχουσι μεμολυσμένας αἵματι, χείλη τε καὶ γλῶσσαν οὐδὲν εἰδυῖαν ἕτερον μελετᾷν, πλὴν ὅτι τὰ εἰς δυσσέβειαν, καὶ ἀνομίαν, καὶ ἀδικίαν βλέποντα, καὶ ὅτι πρὸς τούτοις ἄδικοι γεγόνασι δικασταὶ, δωροδοκοῦντες δηλονότι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι. Εἴρηται γὰρ ἑτέρωθί που, «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ, Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν. Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον, εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴν περιβαλοῦνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πόνον ἀεί πως τὸν φθόνον ἀποκαλεῖν. Ἔχει δὲ πολὺ τὸ εἰκὸς ὁ λόγος· ἐκτήκει γὰρ καὶ καταμαραίνει τὰς τῶν δεχομένων αὐτὸν καρδίας. Τοιοῦτόν τι καὶ ὁ Ψάλλων φησὶ περί τινος, ἤτοι τοῦ τῶν Ἰουδαίων δήμου, «Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.» Προωδινήσαντες γὰρ τὸν κατὰ Χριστοῦ φθόνον, ἐκτετόκασι τὴν κατ' αὐτοῦ δυσσέβειαν, ἤγουν ἀνομίαν· μόνον γὰρ οὐχὶ τὸ προφητικὸν ἐκεῖνο λέγοντες ἁλοῖεν ἂν διά γε τῶν ἐπιχειρη-