Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1308
Not analysed yet
μάτων· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Εὑρήσομεν δὲ καὶ ἐν συλλόγοις αὐτοῦ ἐκτοπωτάτην λαβόντας βουλήν. Ἔφασκον γὰρ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν· εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, οὗτος τῆς κατὰ Χριστοῦ δυσσεβείας γέγονεν εὑρετής· ἔφη γὰρ πάλιν, Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Σαφέστατα τοίνυν ἐκ τῶν εἰρημένων ἔνεστιν ἰδεῖν, ὅτι κυήσαντες πόνον, τουτέστι, τὸν κατ' αὐτοῦ πόνον προσωδινήσαντες ἐκτετήκασι τὴν ἀνομίαν. Τί οὖν ὁ προφητικὸς ἐν τούτοις ἡμῖν κατασημαίνει λόγος; Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν. ᾬοντο μὲν γὰρ οἱ Ἰουδαῖοι τὰς κατὰ Χριστοῦ διασκέψεις εἰς αἴσιον αὐτοῖς ἐκβήσεσθαι πέρας, καὶ εἰς ὄνησιν ἔσεσθαι τῷ ἔθνει παντί. Ἀλλ' ἡμάρτανον τοῦ σκοποῦ, καί τι τοιοῦτον συμβέβηκε παθεῖν αὐτοὺς, ὁποῖόν τι πάσχουσιν ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ τὰ τῶν ἀσπίδων ῥηγνύντες ὠά. Συντρίψαντες γὰρ οὐδὲν εὑρήσουσιν ἕτερον, πλὴν ὅτι βασιλίσκον ἐν αὐτῷ· ὄφεως δὲ κύημα τουτὶ τὸ παγχάλεπον, οὔριόν τε πρὸς τούτῳ. Οὐκοῦν ἀνόνητον Ἰουδαίοις, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον τῶν κατὰ Χριστοῦ τολμημάτων τὸ πέρας. Ὄφις γὰρ ὥσπερ ἐκβέβηκεν αὐτοῖς, καὶ ἀπότεξις ὁμολογουμένη, ἡ πρὸς πέταυρον ᾅδου παρακομίζουσα· ὅτι δὲ γέγονε, εἰσάπαν ἀνωφελὴς ἡ κατὰ Χριστοῦ σκευωρία, διαδείκνυσιν εὐθὺς καὶ δι' ἑτέρου παραδείγματος· Ἱστὸν γὰρ, φησὶν, ἀράχνης ὑφαίνουσιν. Ὁ μὲν γὰρ ἀράχνης, τουτὶ δέ φημι τὸ σμικρὸν καὶ εὐτελέστατον ζῶον, ἐν τοῖς ἀργοτέροις τῶν δωματίων μέρεσιν ἱστοὺς ἀναπλέκει, στήμοσιν ἰσχνοῖς εὐτέχνως ἐξυφασμένοις, οἱ δὲ οὖν πλείστῳ μόλις γενόμενοι πόνῳ τὸ σύμπαν αὐτοὺς ὠφελοῦσιν οὐδέν· οὐ γὰρ ἔσονται περίβλημα τῷ πεποιηκότι, ἀλλ' εἰσὶν εὐδιάτμητοι πρὸς περιβολὴν, καὶ αὐτῆς τῆς τέχνης ἀμείνους. Οὕτω, φησὶ, καὶ τὰ τῶν Ἰουδαίων εὑρήματα, δῆλον ὅτι τὰ κατὰ τοῦ Χριστοῦ· δόλους γὰρ ἐξυφαίνοντες, καὶ ψευδηγορίας συμπλέκοντες, ᾤοντο μὲν γὰρ, ὡς ἔφην, θανάτῳ σαρκὸς περιβαλόντες αὐτὸν, ἐξανύσαι τι τῶν ὀνησιφόρων αὐτοῖς, καὶ τὴν ἀπὸ τῶν ἰδίων ἐπιχειρημάτων καταπλουτῆσαι σκέπην, ἀλλ' εἰς οὐδὲν αὐτοῖς τὸ τῶν ἐλπισθέντων ἐξέβη πέρας. Γυμνοὶ γὰρ γεγόνασι τῆς ἄνωθεν εὐμενείας, ἀποβεβλήκασί τε τὸν σκεπαστὴν, τουτέστι Χριστόν· οἱ μὲν γὰρ ἐξ ἔργων ἀγαθῶν τοῖς αὐτὰ κατορθοῦν ἐθέλουσι συμβήσεται σκέπη, νέμοντος αὐτοῖς καὶ τοῦτο Θεοῦ· τοῖς γε μὴν τῶν φαύλων ἐργάταις εἰς περιβολὴν οὐκ ἔσται τὰ ἐξ αὐτῶν, ἀλλ' ἔρημοι σκέπης ἔσονται μᾶλλον τῆς παρὰ Θεοῦ. Τὰ γὰρ ἔργα αὐτῶν, ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχυνοὶ τοῦ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν, διαλογισμοὶ ἀπὸ φόνων· σύντριμμα καὶ ταλαιπωρία ἐν