Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1309
Not analysed yet
ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν. Οὐκ ἔσται κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν. Αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἂς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. Διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ' αὐτῶν. Ἕκαστα τῶν Ἰουδαϊκῶν πλημμελημάτων ἀπαριθμεῖται λεπτῶς, ἵν' ἐπειδήπερ ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ψήφῳ δικαίᾳ τοῦτο παθόντες ἁλίσκωνται. Ἔργα γὰρ ἀνομίας φησὶ πάντα τὰ ἔργα αὐτῶν, καὶ συλλήβδην ἐν τούτοις ἁπάσης αὐτῶν τῆς ζωῆς ἀληθὴς γέγονεν ἡ κατάῤῥησις· ἐπιτρέχει δὲ καὶ οὕτω τῶν αἰτιαμάτων ἕκαστον, τοὺς μὲν πόδας ἐπὶ πονηρίαν τρέχειν εἰπὼν, καὶ εἶναι ταχυνοὺς εἰς τὸ ἐκχέαι αἷμα, καὶ λογισμοὺς ἐσχηκέναι τοὺς ἐπὶ φόνοις αὐτοῖς. Ἄθρει δή μοι πάλιν, ὅτι, καίτοι πλείστων ὄντων τῶν πλημμελημάτων, πρῶτος διαμέμνηται τῆς ἑτοιμότητος τῆς εἰς τό γε, φημὶ τὸ ἑλέσθαι φονᾷν. Τρέχειν γὰρ ἔφη πρὸς τοῦτο τοὺς πόδας αὐτῶν, καὶ ὀξεῖς ἤτοι ταχυνοὺς εἶναι πρός γε τὸ δεῖν εἰσδέχεσθαι διαλογισμοὺς τοὺς ἐφ' αἵματί τε καὶ φόνοις· σύντριμμα δὲ καὶ ταλαιπωρίαν ἐν ταῖς ὁδοῖς αὐτῶν εἶναι διατείνεται, οὐκ εἰδέναι τε τὴν εἰρήνην, ἤτοι τὴν τῆς εἰρήνης ὁδόν. Ἃ γὰρ ἔδρων ἀνοσίως, καὶ πέρα παντὸς ἱέντες θράσους, συντριβῆς καὶ ταλαιπωρίας αὐτοῖς, ἤγουν παρ' αὐτῶν ἑτέροις γέγονε πρόξενα. Ἦσαν δέ που πάντως φιλοπραγματίαι, καὶ δικαῤῥάφοι, καὶ πολὺ νοσοῦντες τὸ δύσερι· καὶ ἡ τούτου πρόφασις λημμάτων ἔφεσις καὶ δωροληψίας. Ταύτῃτοι καὶ μάλα εἰκότως, Οὐκ ἔστι κρίσις, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν. Κρίσιν δέ φησιν ἐνταῦθα τὴν δικαιοσύνην, ἤτοι τὴν ἐννομωτάτην καὶ ἀδιάβλητον πολιτείαν. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Δαβὶδ περὶ τῆς διὰ Μωσέως ἐντολῆς, «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Οὐκοῦν εὐθύτης, ἤτοι δικαιοσύνη, οὐκ ἔστιν ἐν ταῖς ὁδοῖς αὐτῶν. Διεστραμμέναι γάρ εἰσι, καὶ φεύγουσι τὴν εἰρηνὴν, ἤτοι πρὸς ἑτέρους εἰρηνικοὶ παραιτούμενοι, ἤγουν εἰρηνὴν ἐνθάδε φησὶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃν οὐκ ἠθέλησαν εἰδέναι, τὸν τῆς ἀπωλείας ἑαυτοῖς ὀρύττοντες βόθρον. Διὰ τοῦτο γὰρ, φησὶν, ἀπέστη ἡ κρίσις ἀπ' αὐτῶν, τουτέστι, ταύτης ἕνεκα τῆς αἰτίας ἀπεφοίτησεν αὐτῶν ἡ δικαιοσύνη, ἤγουν τὸ εἰδέναι δρᾷν, ἃ τὸν τῆς δικαιοσύνης περιποιεῖται στέφανον τοῖς κατορθοῦν ᾑρημένοις αὐτά. Ἔξω δὲ πάσης εἰσὶν εὐτεχνίας πνευματικῆς Ἰουδαῖοι, καὶ οἷον ἀπέπτη τῆς διανοίας αὐτῶν τὸ καὶ ὅλως εἰδέναι δύνασθαί τι τῶν ἀρεσκόντων Θεῷ διαπεραίνειν ὀρθῶς. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Ψηλαφήσουσιν ὡς τυφλὸς τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ πεσοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ. Ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται. Ἐπάρατον αὐτῶν, καὶ ἐκνομωτάτην ἀποφήνας τὴν ζωήν· ἔφη γὰρ, τίνα ἔργα αὐτῶν ἔργα ἀνομίας, καὶ ταῦτα λεπτῶς ἀπαριθμησάμενος, τίνα τέ ἐστι, καὶ