Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1312
Not analysed yet
δι' ὅσων ἔρχεται τρόπων εἰπὼν, ἀναγκαίως ἐπάγει καὶ παρατίθησι, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐντετριμμένην ζημίαν, καὶ τῆς ἀσχέτου φαυλότητος τὴν ἀντέκτισιν, ἤτοι τοὺς τῆς ἐνούσης αὐτοῖς ἀσεβείας καρπούς. Προσεδόκων μὲν γὰρ Ἰουδαῖοι τὸν παρὰ Χριστῷ φωτισμόν. Ἤκουον προφητῶν ἁγίων ἀναβοώντων ἀναφανδὸν, «Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γὰρ τὸ φῶς σου, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε.» Καὶ τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ τό γε ἧκον εἰς τὴν τῶν ἁγίων προφήτων προαγόρευσιν, οὐκ ἔξω χρηστῆς ἐλπίδος ἦσαν οἱ τάλανες. Καὶ γοῦν προσελάλουν ἀλλήλοις ποτὲ τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες, «Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ σπέρματος Δαβὶδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὁ Χριστὸς ἔρχεται;» Καὶ ἡ Σαμαρεῖτις ἐκείνη γυνὴ διωμολόγηκεν ἐναργῶς αὐτῷ προσλαλοῦσα Χριστῷ τῆς ἐπιδημίας τὴν δύναμιν. Ἔφη γὰρ, ὅτι «Οἴδαμεν ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, εὐαγγελεῖ ἡμῖν πάντα.» Οὐκοῦν προσεδόκων μὲν, ὡς ἔφην, τὸν παρὰ Χριστοῦ φωτισμὸν, ἀλλ' ἐκβέβηκεν αὐτοῖς εἰς πᾶν τοὐναντίον τὰ τῆς ἐλπίδος. Οὐ γὰρ προσεδέξαντο τὸ φῶς τὸ ἀληθινὸν, αὐτόκλητον δὲ ὥσπερ ταῖς ἑαυτῶν διανοίαις εἰσοικισάμενοι σκότον, τυφλοὶ γεγόνασι, καὶ τυφλῶν ὁδηγοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Φῶς τοίνυν ὑπομεινάντων αὐτῶν, τουτέστιν ἐλπισάντων ἤτοι προσδοκησάντων, γέγονεν αὐτοῖς σκότος, καὶ μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Αὐτὸ δὴ πάλιν ἑτέρως, ἤτοι περὶ τοῦ αὐτοῦ τίθησιν ὁ προφήτης, τῶν εἰρημένων καταλευκαίνων τὸν νοῦν. Οἱ γὰρ αὐγὴν προσδοκήσαντες, ἐν σκότῳ βαθεῖ περιεπάτησαν. Τοῦτο γὰρ τὸ τῆς ἀωρίας ὄνομα δηλοῖ. Εἶτα τῆς ἐγγενομένης αὐτοῖς τυφλώσεως ἐμφανίζων τὸ μέγεθος, ψηλαφήσειν ὡς τυφλὸς ἔφη τοῖχον. Οὕτω γὰρ ἔσθ' ὅτε περιπατεῖν ἔθος τοῖς τῶν ὀμμάτων ἠῤῥωστηκόσι τὴν πήρωσιν. Μεσημβρίας δὲ οὔσης, φησὶν, ὡς ἐν μεσονυκτίῳ πεσοῦνται. Καὶ μεσημβρίαν μὲν τὸ μεσαίτατον τῆς ἡμέρας ὀνομάζει συνήθως, ὅτε καὶ ἀκμαιοτάτην ἐπαφίησιν ἀκτῖνα τοῖς ἐπὶ γῆς μεσουρανῶν ὁ ἡλίου κύκλος, καὶ οἷον πεπλουσιωτέραις αὐγαῖς περιαστράπτει τὰ σύμπαντα· μεσονύκτιον δὲ τῆς νυκτὸς τὸ μεσαίτατον, ὅτε καὶ βαθὺς ἅπασι τοῖς ὑπ' οὐρανὸν καταχεῖται σκότος. Ἐν μεσημβρίᾳ τοίνυν, φησὶ, τουτέστιν, ἀμφιλαφεστάτου φωτὸς, θείου δὲ δηλονότι καὶ νοητοῦ, καταυγάζοντος τὴν ὑπ' οὐρανὸν, διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πεσοῦνται καθάπερ τυφλοὶ μηδὲ εἰδότες, ὅποι βαδίζουσιν Ἰουδαῖοι· οὐ γὰρ ἠθέλησαν ὑπακούειν λέγοντι τῷ Χριστῷ, «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῳ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Κατελήφθησαν τοίνυν ὑπὸ τῆς σκοτίας οὐκ ἀνασχόμενοι περιπατεῖν ἐν τῷ φωτί· πείσονται δέ τι καὶ ἕτερον. Στενάξουσι γὰρ ὡς ἀποθνήσκοντες, φησὶ, τουτέστιν, ὡς βαρείᾳ καὶ ἀσχέτῳ νόσῳ κατισχημένοι. Πορεύσονται δὲ καὶ ὡς ἄρκος ἅμα, καὶ περιστερὰ, καὶ οὐχ ὡς δύο τινὲς ἀλλήλοις συμβιβάζοντες, ὧν ὁ μὲν ὡς ἄρκος νοηθείη ἂν, ὁ δὲ ὡς περιστερὰ, ἀλλ' ἕκαστος αὐτῶν ἐν ταυτῷ κατὰ