Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1313
Not analysed yet
τὴν ἕξιν, καὶ κατά γε τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν, ὡς ἄρκος ὑπάρχων ὁμοῦ καὶ περιστερά. Ἐπειδὴ γὰρ ἔφη στενάζειν αὐτοὺς, διαδείκνυσιν εὖ μάλα ποῖος ἔσται καὶ ὅσος ὁ στεναγμὸς αὐτῶν. Φασὶ γὰρ τὰς ἄρκους, εἰ ἀτεκνωθεῖεν ὑπό του διηρπασμένων αὐταῖς τῶν σκυμνίων, δεινῶς ὀλοφύρεσθαι, καὶ πίμπλασθαι μὲν ἀκράτου μανίας, ὄρη δὲ καὶ νάπας περινοστεῖν, καὶ τοῖς ὑπαντῶσιν ἀσχέτως ἐπιπηδᾷν· καί που δι' ἑνὸς τῶν ἁγίων προφητῶν τοιοῦτόν τι σημαίνει, λέγων ὁ τῶν ὅλων Θεὸς περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, Ὑπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, τουτέστιν, ὠμῶς καὶ ἀγρίως. Αἱ δὲ περιστεραὶ ταῖς ἑαυτῶν καλιαῖς ἐνιζάνουσαι διαγογγύζουσι συχνῶς, καὶ οἷόν τινα γοερὰν πέμπουσι φωνήν. Τοιοῦτοί τινες γεγόνασιν οἱ Ἰουδαῖοι· πεπορθημένης γὰρ αὐτῶν ἁπάσης τῆς χώρας ὁμοῦ τῇ ἁγίᾳ πόλει, φημὶ δὴ τῇ Ἱερουσαλὴμ, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, θηριοπρεπῆ μὲν ἔχουσι γνώμην, κατὰ τῶν ᾑρηκότων αὐτήν. Θρηνοῦσί γε μὴν παθοῦσαν ὡς περιστεραί. Γέγραπται γὰρ, ὅτι «Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί.» Ἢ τάχα που καὶ ἕτερόν τι καταδηλοῦν τὸν προφητικὸν ἐν τούτοις οἰησόμεθα λόγον. Πορεύσονται γὰρ, φησὶν, ὡς ἄρκος καὶ περιστερὰ, τουτέστι, διαζήσουσιν ἐν ἀγριότητι νοῦ, συνεζευγμένης ἀσυνεσίας· καὶ ἀγριότητος μὲν ἡ ἄρκος εἰκὼν, ἤτοι παράδειγμα, εὐηθείας δὲ καὶ ἀσυνεσίας ἡ περιστερά. Εἴρηται γοῦν περὶ τοῦ Ἰσραὴλ δι' ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· εὑρήσομεν δὲ τοὺς Ἰουδαίους ἀγριομώρους ὄντας τινὰς κατὰ ἀλήθειαν. Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης· ἠρνήσαντο γὰρ αὐτὸν σοφίας ὄντα καὶ συνέσεως χορηγὸν, ἡμέρους τε καὶ πράους ἀποφαίνοντα τοὺς ἀγαπῶντας αὐτόν. Ἔφη γοῦν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῶν ποτὲ μὲν, ὅτι «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως,» ποτὲ δὲ πάλιν, «Οὐ σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.» Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία, μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν· πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν. Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν. Ἀεὶ φιλαλήθης ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος. Λαλεῖ γὰρ ἐν αὐτοῖς τῆς ἀληθείας τὸ πνεῦμα, τουτέστι Χριστοῦ. Ταύτης ἕνεκα τῆς αἰτίας, ἐπειδὰν ποιῶνται μνήμην τῆς ἀποβολῆς τοῦ τῶν Ἰουδαίων ἔθνους, καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ὀργῆς διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, διαμέμνηνται χρησίμως, καὶ τῆς ἐσομένης ἐπιστροφῆς αὐτῶν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, κλήσεώς τε τῆς ἐν Χριστῷ διὰ πίστεως. Οἰκονομικώτατα τοίνυν, ἵνα μή τις οἴηται ψευδοεπεῖν τὴν ἀλήθειαν, αὐτοὺς εἰσκομίζει μετα-