Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1316
Not analysed yet
γινώσκοντας, καὶ τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν, μονονουχὶ παρίστησι Θεῷ λέγοντας· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν. Κρίσιν δέ φασι τὴν δικαιοσύνην, τὴν διὰ Χριστοῦ δηλονότι, ἢν λήψεσθαι μὲν προσεδόκουν, παρ' αὐτοῖς δὲ οὐκ ἔστι, γεγόνασι δὲ σκληροὶ καὶ ἀπειθεῖς. Διὰ τοῦτό φησιν, ὅτι Σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν. Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἐν ἡμῖν. Ἐπειδὴ γὰρ ὅλως ἐκπεπτώκασι τοῦ δικαιοῦντος ἐν πίστει, μακρὰν γεγόνασι καὶ τῆς παρ' αὐτοῦ σωτηρίας, οὐκ ἀποβαλόντες τῆς ἁμαρτίας τοὺς μολυσμοὺς, οὐκ ἀποτριψάμενοι τῆς ἀνομίας τὰ ἐγκλήματα, ἀλλ' οἷον ἐντετηγμένον αὐτοῖς τὸν ἐντεῦθεν ἔχοντες ῥύπον. Διὰ τοῦτο προσεφώνει λέγων αὐτοῖς ὁ Χριστὸς, «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Οὐκοῦν ἐπειδήπερ οὐ πεπιστεύκασιν, ἐναπέθανον ταῖς ἁμαρτίαις αὐτῶν· ἐπειδὴ δὲ πολυτρόπως δεδυσσεβήκασι κατὰ Χριστοῦ, καὶ τούτων αὐτῶν ποιοῦνται τὴν ἐξομολόγησιν. Φασὶ γὰρ, ὅτι Τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἠσέβησαν γὰρ οὐ φορητῶς καταψευσάμενοι τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἀποστάντες τοῦ θέλειν κατακολουθεῖν αὐτῷ. Προσομολογοῦσι δὲ, ὅτι Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν, ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους. Ἄδικα γὰρ λελαλήκασι κατὰ Χριστοῦ· ποτὲ μὲν γὰρ διασύροντες αὐτοῦ τὴν δόξαν, καὶ διαβάλλοντες τὰς θεοσημίας, ἔφασκον, ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, ποτὲ δὲ καὶ τίκτοντες ἀπὸ τῆς ἑαυτῶν καρδίας λόγους ἀδίκους· κατηγόρευσαν γὰρ αὐτοῦ, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον τε καὶ οἰνοπότην ὀνομάσαι τολμήσαντες, σεσυκοφαντήκασι δὲ καὶ ἐπὶ Πιλάτου λέγοντες, ὅτι «Ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι.» Διὰ τοῦτό φασιν, ὅτι «Ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδικίας, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκε,» τουτέστιν, ἐῤῥίψαμεν κατόπιν τὴν δικαιοσύνην, καὶ οἷον νῶτα δεδώκαμεν ἀποστραφέντες αὐτήν. Διὰ τοῦτο μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν. Αὗται δὴ οὖν μετανοούντων φωναὶ, καὶ ζητούντων ἐλεεῖσθαι παρὰ Χριστοῦ. Χρῆμα γὰρ σωτήριον τὸ μετανοεῖν, καὶ τὰς τῶν πλημμελημάτων ὁμολογίας ποιεῖσθαι σαφῶς. Γέγραπται γὰρ, «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ἔφη δὲ καὶ ὁ θεσπέσιος Μελῳδός· «Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Ὅτι κατηναλώθη ἐν τοῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι' εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν, τοῦ συνειδέναι, καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. Καὶ εἶδε καὶ οὐκ ἦν ἀνὴρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Καὶ