Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1317
Not analysed yet
ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ, ᾗ ἐστηρίσατο, καὶ ἐνεδύσατο δικαιοσύνην, ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς. Καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ περιβόλαιον, ὡς ἀνταποδώσων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ Κυρίου, ἥξει μετὰ θυμοῦ. Διαμνημονεύσας ὁ προφήτης, ὧν ἐροῦσιν ἐν καιρῷ κλήσεως αὐτῶν οἱ ἐξ Ἰσραὴλ, αἰτοῦντες παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν, μεθίστησι πάλιν τοὺς λόγους εἰς τὸ ἑαυτοῦ πρόσωπον, καὶ καταγορεύει τῶν ἐξ Ἰσραὴλ, μᾶλλον δὲ συναινεῖ, ὅτι γεγόνασι πονηροὶ, καὶ ἀποστάται, καὶ τῆς ἀληθείας ἐχθροί· διϊσχυρίζεται δὲ λέγων, ὅτι Κατηναλώθη ἡ ἀλήθεια ἐν ταῖς ὁδοῖς αὐτῶν, τουτέστι, μονονουχὶ δεδαπάνηται, καὶ εἰσάπαν ᾤχετο. Οὐ γὰρ ἦν ὅλως ἐν τοῖς ἔργοις αὐτῶν ἀλήθεια, τουτέστι, τῆς ἀληθείας ὁ νόμος. Διὰ τοῦτο δι' εὐθείας οὐκ ἠδύναντο διελθεῖν οἱ γὰρ ὅλως διολισθήσαντες τοῦ εἰδέναι τὸ πολιτεύσασθαι συννόμως, καὶ κατά γε τὸ τῇ ἀληθείᾳ δοκοῦν, ἀλήθεια δὲ ὁ νόμος τοῦ Θεοῦ ὠνόμασται πανταχοῦ, πῶς ἂν ἦλθον εὐθὺ τοῦ πρέποντος; ἢ πῶς οὐ καμπύλας καὶ διεστραμμένας ἐσχήκασι τὰς ὁδούς; Προστιθεὶς δὲ καὶ λέγων, ὅτι Ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι, διαδείκνυσιν ὅτι παντελῶς ἀπεφοίτηκεν αὐτῶν ἡ ἀλήθεια, καὶ μετέστησαν ὁλοτρόπως τοῦ δύνασθαί τε συνιέναι τῶν τελούντων εἰς σωτηρίαν. Ταῦτα, φησὶν, εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ. Οὐ γὰρ ἦν παρ' αὐτοῖς κρίσις, τουτέστι, δικαιοκρισία, καὶ νόμος. Εἶτα· Τεθέαται, φησὶ, καὶ οὐκ ἦν ἀνὴρ, κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, Ἐπειδὴ γάρ ἐστι φιλοικτίρμων, ὡς Θεὸς ἀνίησιν, ἔσθ' ὅτε, καὶ ὁλοκλήρῳ πόλει ἐγκλήματα, δι' ἕνα, καὶ μόνον εὑρεθέντα δίκαιον ἐν αὐτῇ· καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.» Ὑπέσχετο δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἀνήσειν κόλασιν, εἰ πέντε δικαίους ἔσχον παρ' ἑαυτοῖς, τουτέστι, ἐν ἑκάστῃ πόλει δίκαιον ἕνα. Κατενόησε τοίνυν, φησὶ, καὶ οὐκ ἧν ἀνὴρ, οὐκ ἦν ὁ ἀντιληψόμενος. Ὁ γὰρ δίκαιος τὸν θεῖον κατευνάσας θυμὸν, καὶ ἀρκέσας μόνος εἴς γε τὸ δύνασθαι καταπραῦναι Θεὸν, ἀντιλαμβάνεται πάντως ἐκείνων, ὑπὲρ ὧν ἂν προσάγῃ τὰς λιτάς. Ἐπεὶ δὲ ἦν τοιοῦτος οὐδεὶς, ἠμύνατο αὐτοὺς, φησὶ, τῷ βραχίονι αὐτοῦ, τουτέστι, τῇ δυνάμει, ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ· οὐ γὰρ ὁλόῤῥιζον ἀνεῖλε τὸν Ἰσραὴλ, σέσωκε δὲ κατάλειμμα φιλάνθρωπος ὢν, καὶ τοῖς ἁγίοις αὐτῶν πατράσιν ἀψευδῆ τετήρηκε τὴν ὑπόσχεσιν. Εἶτά φησιν ὁ προφήτης, ὅτι Θώρακα μὲν ἐνεδύσατο, περιέθετο δὲ περικεφαλαίαν καὶ ἱμάτιον ἐκδικήσεως, ὡς ἀνταπο-