Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1320
Not analysed yet
δώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. Μόνον γὰρ οὐχὶ πολεμάρχην ἔφη τινὰ γενέσθαι κατ' αὐτῶν τὸν τῶν ὅλων Θεὸν, παντευχίαν ἔχοντα, καὶ εὖ εἰδότα τὰ τακτικά. Δείκνυσι δὲ διὰ τούτων τῆς ἐπ' αὐτοῖς ὀργῆς τὴν ἔφοδον· ἀντετάξατο γὰρ αὐτοῖς ὁ παναλκὴς, πρὸς ὃν εἴρηται δικαίως· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;» Ἐπενηνεγμένων δὲ τοῖς Ἰουδαίοις τῶν κολαστηρίων, Φοβηθήσονται οἱ ἀπὸ δυσμῶν καὶ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ, ἥξει, φησὶ, κατὰ τῶν ἀπειθησάντων ἡ ὀργὴ, καθάπερ τις βιαιότατος ποταμὸς πάντα κατασύρων, καὶ ἀπρόσβλητον ἔχων τὴν τῶν ναμάτων καταφοράν. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη λέγει Κύριος. Τὸ Πνεῦμα τὸ ἐμόν ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα μου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου. Εἶπε γὰρ Κύριος ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα. Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ καὶ τῆς ἐπενεχθησομένης τοῖς Ἰουδαίοις ὀργῆς διεμέμνητο σαφῶς, ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν τῶν ὅλων Σωτῆρα, καὶ Λυτρωτήν· εἶτα τῆς δοθησομένης αὐτοῖς ἐν ὑστέροις καιροῖς ἐλεημοσύνης, καὶ φιλανθρωπίας ἐποιεῖτο τὴν προαγόρευσιν· ἔφη γὰρ ὅτι, Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο· οὕτω κἀνθάδε, καθάπερ τινὰ χειμάῤῥουν ἀφόρητόν τε καὶ βιαιότατον καταβήσεσθαι κατ' αὐτῶν τὸν τοῦ Κυρίου θυμόν. Εἰπὼν δὲ, καὶ τὸν περὶ τῆς δοθησομένης αὐτοῖς εὐλογίας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ποιεῖται λόγον. Ἥξει γὰρ ἕνεκεν Σιὼν ὁ ῥυόμενος. Καταπεφοίτηκε γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γενόμενος ἄνθρωπος, ἵνα καὶ πρό γε τῶν ἄλλων καλέσῃ τὸν Ἰσραὴλ, διασώσῃ δὲ καὶ τῶν ἐθνῶν τὴν πληθύν· καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς, ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.» Μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.» Ἥξει δὴ οὖν ὁ ῥυόμενος, ἐξ ἁμαρτιῶν δηλονότι, ἐκ θανάτου καὶ φθορᾶς, ἐξ ὠμότητος διαβολικῆς, ἐκ τῆς τῶν δαιμονίων ἀπάτης καὶ πλεονεξίας. Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε Κύριος. Τὸ δὲ ἅπαξ ὁρισθὲν διὰ βουλῆς τοῦ Θεοῦ καὶ ἐπαγγελθὲν, πάντη τε καὶ πάντως, ἀραρὸς ἔσται, καὶ οὐκ ἀρνηθήσεται. Ποία τοίνυν ἔσται, φησὶν, ἡ παρ' ἐμοῦ διαθήκη; Τὸ Πνεῦμα τὸ ἐμὸν, καὶ τὰ ῥήματα, ἃ ἔδωκα ἐν τῷ στόματί σου, οὐ μὴ ἐκλείπῃ ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον. Σαφεστάτη γὰρ ἀπόδειξις τοῦ λελυτρῶσθαι τὸ γένος τὸ ἀνθρώπινον, ἤγουν καὶ πρό γε τῶν ἄλλων τοὺς ἐξ Ἰσραὴλ, πιστεύσαντας τὸ ἐν μεθέξει γενέσθαι Πνεύματος ἁγίου, δι' οὗ καὶ τὸ τῆς υἱοθεσίας εἰς-