Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.133.1
Not analysed yet
βούλοιτό τις τὴν ἐν πνεύματι καύσεως ἀποκάθαρσιν γεγενῆσθαι λέγειν ἐπὶ τοῖς Ἰουδαίων δήμοις, διὰ τῆς ἐκ τοῦ πολέμου συμφορᾶς καὶ ὧν ὑπομεμενήκασιν (ἀποκαθαίρουσι μὲν γὰρ αἱ κολάσεις, καὶ ἀπαλλάττει ἔσθ' ὅτε πολλῶν πλημμελημάτων τὸ ὑποσχεῖν τὰς δίκας τῷ πάντων κριτῇ)· φορέσει καὶ οὕτω τὸ ἀληθὲς ὁ λόγος. Καὶ ἥξει, καὶ ἔσται, πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς, σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ, καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Περὶ τίνος ἄρα τὸ, Ἥξει, φησί; Πότερα τοῦ καιροῦ, καθ' ὃν ἔσται ταῦτα, ἢ περὶ τοῦ καθέντος ἑαυτὸν εἰς κένωσιν, καὶ καταβάντος ἐξ οὐρανοῦ ἵνα τὸ ἀνθρώπινον διασώσῃ γένος; Ἁρμόσει τοίνυν ὁ λόγος, κἂν εἴ τέ τις λέγοι περὶ τοῦ καιροῦ τῆς ἐπιδημίας εἰρῆσθαι ταυτί· κἂν εἴτ' οὖν ἐπ' αὐτοῦ βούλοιτο τοῦ Χριστοῦ. Ἀφικόμενος γὰρ τοὺς τῆς νοητῆς Σιὼν υἱοὺς καὶ τῆς ἐλευθέρας Ἱερουσαλὴμ τῆς παρ' ἑαυτοῦ χάριτος στεφανῶν ἀπέφηνε μακαρίους, καὶ οἷόν τις αὐτοῖς γέγονε σκεπαστὴς, μονονουχὶ τὴν ἀρχαίαν ἐκείνην ἐπαρτήσας νεφέλην τὴν πάλαι κατασκιάζουσαν ἐν τῇ ἐρήμῳ τὸν Ἰσραήλ· ταύτῃ τοί φησι· Καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ τὰ πάντα τὰ περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας. Ἵνα γὰρ τοῦ παρόντος βίου τὸν καύσωνα, καὶ τὰς ἐκ τῶν πειρασμῶν δοκιμασίας ἤγουν πυρώσεις διαδιδράσκοιεν οἱ τὴν νοητὴν οἰκοῦντες Σιὼν, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, νεφέλης δίκην μονονουχὶ καὶ ἐπικρεμάμενος σκεπαστὴς ἔσται, φησὶν, ὁ Χριστός· ὁ αὐτὸς δὲ πάλιν τὸν ἐκ τῆς ἀμαθίας καὶ διαβολικῆς σκαιότητος ἀποσοβεῖ σκότον, ἐπιλάμπων εἰς νοῦν, ὡς φῶς ἐν σκότῳ, καὶ ὡς πυρὸς αὐγή. Γέγραπται δὲ περὶ τῶν υἱῶν Ἰσραὴλ, ὅτι Ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἀλλὰ τύποι μὲν ἐκεῖνα, καὶ τῶν νοητῶν εἰκόνες· ἀλήθεια δὲ τὰ διὰ Χριστοῦ. Καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. Οὗ τῆς ἐπικουρίας ἠξιωμένοι, πάντη τε καὶ πάντως ἔσονται, φησὶν, ὡς εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Σκληρότητι δὲ καὶ ὑετοῖς παρεικάζει πάλιν τὴν τῶν πειρασμῶν φαιδρότητα καὶ ἀκμαιοτάτην προσβολήν. Οὕτω γάρ πού φησιν ὁ Χριστός· «Πᾶς οὖν ὅστις ἀκούῃ λόγους τούτους καὶ ποιῇ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι· καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ πέτραν.» Προστιθεὶς δὲ, ὅτι πάσῃ τῇ δόξῃ σκεπασθήσεται, δίδωσι νοεῖν, ὡς οὐ μερική τις ἔσται παρὰ Χριστοῦ τοῖς πεπιστευκόσιν εἰς αὐτὸν ἡ χάρις, ἀλλ' ἐν ὁλοκλήρῳ προθυμίᾳ τῆς ἐπ' αὐτοῖς ἔσται φειδοῦς. Ἔσονται δὲ ἐν περιβολῇ καὶ σκηνῇ τοῦ σώζειν ἰσχύοντος, καὶ παντὸς ἔξω τιθέντος κακοῦ. ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ὅρος ὥσπερ τις καὶ προγραφὴ τῶν εἰρῆσθαι μελ-