Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1321.1
Not analysed yet
φέρεται καύχημα, καὶ λαλεῖν ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, καθὰ γέγραφεν ὁ πάνσοφος Παῦλος· «Μὴ γὰρ εἴπῃς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει ἡ Γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, ὅτι ἐὰν εἴπῃς, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ἐλάβομεν τοίνυν παρὰ Θεοῦ τὸ ῥῆμα τῆς πίστεως, ἤτοι τὴν ὁμολογίαν· σωτήριον δὲ χρῆμα, καὶ δικαιοσύνης πρόξενον· δικαιοῖ γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς, ὁ καὶ πάλαι βοῶν, «Ἰδοὺ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.» Τοῦτο τὸ ῥῆμα τῆς πίστεως ἐν ἡμῖν ἔστω διηνεκῶς, καὶ ἐκ τοῦ στόματος ἡμῶν οὐ πεπαύσεται. Παραπέμψομεν δὲ αὐτὸ εἰς γενεὰς γενεῶν, δικαιωθήσονται γὰρ οὕτω καὶ οἱ μεθ' ἡμᾶς. Εἰ γὰρ ἀεὶ Χριστὸς καὶ ἔστι Θεὸς καὶ Κύριος, οὐ καταλήξει πώποτε τῆς εἰς αὐτὸν πίστεως ἡ ὁμολογία, παρὰ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ γὰρ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δέ σε φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ὡς δοθείσης τῆς ἐπαγγελίας τοῦ ὅτι σωθήσεται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἀνασκιρτᾷ τρόπον τινὰ πρὸς εὐθυμίαν ὁ λόγος ἐν τούτοις ἡμῖν ὁ προφητικὸς, μονονουχὶ γὰρ μεγάλην αἴρων εἰς ὕψος τὴν βοὴν ἐπιφθέγγεται· «Φωτίζου, φωτίζου, λέγων, ἥκει γάρ σου τὸ φῶς.» Ἄθρει δὲ ὅπως πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ ἐκνεμηθέντος παρὰ Θεοῦ τοῦ θείου φωτὸς, δῆλον δὲ ὅτι τοῦ διὰ Χριστοῦ, τὸ, ἥκει σου τὸ φῶς, ὁ προφήτης φησὶ, μονονουχὶ παρόντα καταδεικνύων αὐτοῖς τὸν πάλαι μὲν διὰ νόμου, καὶ προφητῶν ἁγίων προαπηγγελμένον, ἐπιλάμψαντα δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς μετὰ σαρκός. Δόξαν δὲ Κυρίου τὸν ἐπιφανέντα φησὶν, ἀνέτειλε γὰρ οἷά τις ἥλιος ὁ Χριστὸς φωτὶ τῷ θείῳ καὶ νοητῷ περιαστράπτων τὰ σύμπαντα, καὶ τῆς ἀληθοῦς θεογνωσίας καθιεὶς τὴν αἴγλην τοῖς ἑτοιμοτέροις εἰς πίστιν. Ἔστι δὲ καὶ δόξα τοῦ Θεοῦ, καὶ Πατρός. Ἐν αὐτῷ γὰρ, καὶ δι' αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ζωγραφεῖ δὲ ὥσπερ ἐν ἰδίᾳ φύσει τὸν τεκόντα αὐτόν. Καὶ ἐπείπερ ἐγνώκαμεν τὸν Υἱὸν, τεθεάμεθα δὲ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τὴν μεγαλειότητα τοῦ Πατρὸς, καὶ τὴν ἀπαράβλητον δόξαν, καὶ τῶν θεοπρεπῶν ἀξιωμάτων τὴν ὑπεροχήν. Καὶ γοῦν ἔφη που Χριστός· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὤφθη τοίνυν ἐν ἡμῖν ἡ δόξα τοῦ Θεοῦ καὶ Πατρὸς, εἶτα τῶν ἄλλων ἁπάντων ἐθνῶν ἀποκρίνας τὸν Ἰσραὴλ, ὡς ἐξαιρέτως τετιμημένον παρὰ Θεοῦ, καὶ κλῆρον ὄντα αὐτοῦ, προσεπάγει, καὶ φησίν· «Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη, ἐπὶ δέ σε