Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1324
Not analysed yet
φανήσεται Κύριος.» Καὶ οὐχ ὡς σκότους μέλλοντος κατασκίδνασθαι τῶν ἐθνῶν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, τὰ τοιάδε φησὶ, κατεφωτίσθη δὲ μᾶλλον, καὶ τὸν τῆς ἀρχαίας ἀπάτης ἀποβέβληκε σκότον. Ἀδιαφοροῦσι δὲ πλειστάκις περὶ τὴν τῶν χρόνων ἀπόδοσιν οἱ τὴν θείαν διερμηνεύσαντες Γραφήν. Τεθείκασι τοίνυν, ἀντὶ τοῦ «καλύπτει,» τὸ, «καλύψει.» Ἀληθὲς γὰρ ὅτι καὶ ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ἔτι κεκράτητο σκότῳ τῶν ἐθνῶν ἡ πληθὺς, οὔπω μετατιθεμένης ἐπ' αὐτὰ τῆς χάριτος. Ἰδοὺ τοίνυν, φησὶ, κεκάλυπται σκότῳ καὶ γνόφῳ, τῆς ἀμαθίας δηλονότι, καὶ τῷ τῆς πλάνης, ἡ γῆ πᾶσα τῶν ἐθνῶν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, ἐπέλαμψε γὰρ, ὡς ἔφην αὐτοῖς, καὶ πρώτως ὤφθη τε αὐτοῖς ἡ δόξα αὐτοῦ, διὰ τῆς ἐξαιρέτου μεγαλουργίας, καὶ σημείων, καὶ τεράτων. Τεθαυματούργηκε γὰρ ὡς Θεὸς παρ' αὐτοῖς, τοῦτο μὲν νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, τοῦτο δὲ τυφλῶν ὀφθαλμοῖς τὸ φῶς ἐνιεὶς, λεπροὺς ἐκκαθαίρων νεύματι, δαίμοσιν ἐπιπλήττων μετ' ἐξουσίας, καὶ ἁπαξαπλῶς οὐδένα τρόπον ἀφεὶς, ὃς ἦν ἱκανὸς εἰς πληροφορίαν, ὅτι Θεός ἐστι κατὰ ἀλήθειαν, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. «Πορεύσονται δὲ, φησὶ, βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.» Συνάπτει πάλιν ὁ προφήτης τῇ ἐπισκέψει τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, ἵν' εἰδοῖεν, ὅτι κἂν ταῖς ἀπειθείαις ἀτιμάσωσιν αὐτοὶ τὸν Λυτρωτὴν, καὶ ἀποπηδήσειαν τῆς εἰς αὐτὸν ἀγάπης, ἐπ' ὀλέθρῳ τῆς αὐτῶν κεφαλῆς, ἔρημος οὐκ ἔσται προσκυνητῶν, σαγηνεύσει δὲ μᾶλλον διὰ τῆς πίστεως, ἔθνη τε καὶ βασιλεῖς· τῇ γὰρ λαμπρότητι τῇ δοθείσῃ σοι, φησὶ, τουτέστι τῷ φωτισμῷ τῷ παρὰ Χριστοῦ, πορεύσονται βασιλεῖς καὶ ἔθνη. Πορεύσονται δὲ ὅποι; Εἰς τὴν διὰ πίστεως σωτηρίαν δηλονότι, εἰς εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν, εἰς τὸ εἰδέναι καὶ ὁμολογεῖν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Γενεσιουργὸς καὶ τεχνίτης. Προσεκύνουν μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλοις, καὶ λίθοις ἀνῆπτον τὸ σέβας. Ἐπειδὴ δὲ τῷ δοθέντι σοι φωτὶ κατελαμπρύνθησαν, καὶ αὐτοὶ, φησὶ, πορεύσονται τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν, οὐδενὶ προσπταίοντες τῶν διὰ μέσου κειμένων, ἀλλ' ὡς ἐν αὐγῇ, καὶ ἡμέρᾳ, καίτοι νυκτὸς, καὶ σκότους ὄντες υἱοὶ, πάντα τὰ σκάνδαλα παρατρέχοντες. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· Ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται· τότε ὄψει, καὶ φοβηθήσῃ, ἐκστήσῃ τῇ διανοίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν, καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ. Πάντες ἐκ Σαββᾶ ἥξουσι, φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι, καὶ οἱ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Οἰκονομίαν ἔχει πλείστην τε ὅσην καὶ σοφὴν ὁ λό-