Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.136
Not analysed yet
λόντων ὁ πρῶτος ἂν εἴη τοῦ προκειμένου στίχος. Τί γὰρ βούλεται δρᾷν ὁ προφήτης ὑποσημαίνει, λέγων· ᾌσω δὴ τῷ ἠγαπημένῳ· τοῦτ' ἔστι Χριστῷ. Οὕτω γὰρ ἡμῖν αὐτὸν καὶ ὁ Θεὸς καὶ Πατὴρ ὠνόμαζε λέγων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἆρ' οὖν, ὦ προφῆτα, τῆς σῆς ἀκουσώμεθα φωνῆς; καὶ ὡς ἐκ μόνων τῶν σῶν ἐννοιῶν ἀναβύουσιν οἱ λόγοι; βλέπει δὲ ὅποι φράσον τῆς ᾠδῆς ὁ σκοπός. Οὐκοῦν εἰ καὶ δι' ἐμοῦ, φησὶν, ἀλλ' οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἔστι τοῦ ἀγαπητοῦ· πεποίηται δὲ ἐπὶ τῷ ἀγαπητῷ ἀμπελῶνί μου· ἢ, καθά φασιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, τῷ ἀμπελῶνι αὐτοῦ. Εἰ δὲ δὴ καὶ λέγοι ἐπὶ τῷ ἀμπελῶνί μου, οὐχ ὡς αὐτοῦ τυχὸν τοῦ ἀμπελῶνος ὄντος τὰ τοιάδε φησὶν, ἀλλ' ὡς ὑπάρχων εἷς τῶν τελούντων εἰς τὸν ἀμπελῶνα. Εὑρήσομεν γὰρ τοὺς προφήτας, καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Θεοῦ ταῖς τοιαύταις ἔσθ' ὅτε κεχρημένους φωναῖς. Οἷον ὁ προφήτης Ἱερεμίας· «Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν;» Ὡς γὰρ εἷς ὑπάρχων τοῦ λαοῦ, λαὸν ἑαυτοῦ φησι τοὺς καθ' αἷμά τε καὶ γένος οἰκείους. ᾌδει τοίνυν ὁ προφήτης τῷ ἠγαπημένῳ, καὶ ἔστιν αὐτοῦ τὸ ᾆσμα εἰρημένον ἐπὶ τῷ ἀμπελῶνι τῷ ἀγαπητῷ, τοῦτ' ἔστι, τοῦ Ἰσραήλ. Γέγραπται γὰρ, ὅτι «Ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον.» Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρὴκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ἀμπελῶνι παρεικάσας τὸν Ἰσραὴλ, ἐπιμένει δι' ὅλου τῇ τοῦ λόγου μεταφορᾷ· «Γέγονε τοίνυν,» φησὶν, «ἀμπελὼν τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι.» Φασὶ τοὺς ἑτέρους τῶν ἑρμηνευτῶν ἀρκεσθῆναι τῷ εἰπεῖν ἐν τόπῳ πίονι, ὡς τοῦ κέρατος ἡμῖν οὐδὲν ἕτερον, ἢ τοῦτο αὐτὸ σημαίνοντος. Δοκεῖ δέ τισιν τὸ ὡς ἐν κέρατι νοεῖν, ὡς ἐν δυνάμει Θεοῦ. Κεκληρονόμηκε γὰρ ὁ Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν, τοὺς πάλαι κατῳκηκότας ἐν αὐτῇ νικήσας διὰ Θεοῦ. Τοιγάρτοι φησὶ πρὸς αὐτὸν, ἐν τεσσαρακοστῷ τρίτῳ ψαλμῷ· «Ἔν σοι τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Λαμβάνεται δὲ τὸ κέρας παρὰ τῇ θείᾳ Γραφῇ, εἰς ἰσχὺν καὶ εἰς δύναμιν, καὶ εἰς δόξαν τὴν βασιλικήν. Ἔστι γοῦν ἀκοῦσαι τοῦ μακαρίου Δαβὶδ ποτὲ μὲν λέγοντος, ὡς ἐκ προσώπου δικαίου παντός· «Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου·» ποτὲ δὲ πάλιν περὶ Χριστοῦ· «Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.» Περιφανεστάτη γὰρ ἡ βασιλεία Χριστοῦ. Ὅτι δὲ πίων τῆς ἐπαγγελίας ἡ γῆ, μεμαρτύρηκε τὸ Γράμμα τὸ ἱερόν. Πανταχῆ γὰρ αὐτὴν ὀνομάζει γῆν ῥέουσαν γάλα καὶ μέλι. Προσεμπεδοῖ δὲ τὸ λόγον καὶ ὁ θεσπέσιος Μελῳδὸς ψάλλων τε καὶ λέγων περὶ τοῦ Ἰσραήλ· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,