Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1337
Not analysed yet
τοῖς τοῦ Λιβάνου φυτοῖς. Θαυμάζεται δὲ ταύτης ἕνεκα τῆς αἰτίας τὸ μνημονευθὲν ὄρος, ὡς ἀφθονωτάτην ἔχον τὴν ὕλην, καὶ δένδρεσι τοῖς εὐμηκεστάτοις, καὶ εὐοσμοτάτοις καταπλουτοῦν. Αὕτη τοίνυν ἡ δόξα δοθήσεταί σοι, φησὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς. Τρέφει γὰρ ἡ Ἐκκλησία Χριστοῦ πλείστας τε ὅσας, καὶ εὐδοκίμους ἁγίων κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, ναὶ μὴν καὶ εὐοσμοτάτας. Χριστὸν γὰρ εὐοδιάζουσιν· ἔνεστι δὲ αὐτοῖς καὶ τὸ πέρα κεῖσθαι φθορᾶς τῆς ἐκ φρονήματος σαρκικοῦ, καθάπερ ἀμέλει καὶ τὸ μὴ φθείρεσθαι πεύκῃ τε καὶ κέδρῳ. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τοῖς τοιοῖσδε τῶν φυτῶν ἀφομοιοῦν ἔσθ' ὅτε τὴν τῶν ἁγίων πληθὺν, καὶ γοῦν ἔφη που πάλιν Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Καὶ ποιήσω ὕδωρ ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Γῇ μὲν γὰρ ξηρᾷ τε καὶ ἀνύδρῳ παρεικάζει τὰ ἔθνη· οὐ γὰρ ἦν παρ' αὐτοῖς θεῖος λόγος ὁ ζωοποιεῖν δυνάμενος, καὶ εἰς αὔξησιν ἀναφέρειν τὴν ἐν εὐσεβείᾳ τε καὶ γνώσει Θεοῦ, ἀλλὰ γεγόνασι παρ' αὐτοῖς κέδρος, καὶ πύξος καὶ μυρσίνη, καὶ κυπάρισσος, καὶ λεύκη, τουτέστιν, εὐμήκη τε καὶ ἀξιάγαστα φυτὰ, ὧν καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημονεύει λέγων· «Ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, καὶ αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.» Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Θεοῦ γεώργιόν ἐσμεν.» Αὕτη τοίνυν ἡ δόξα τοῦ Λιβάνου, φησὶ, δοθήσεταί σοι, τουτέστιν, ὀφθήσῃ κατάνομος πολλαῖς καὶ τεθαυμασμέναις ἁγίων κεφαλαῖς. Ἔσται δὲ τοῦτο, ὥστε δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου. Καύχημα μὲν γὰρ Ἐκκλησιῶν οἱ τοῖς τῶν ἀρετῶν ὑψώμασιν ἐμβεβηκότες, καὶ χθαμαλὸν οὐδὲν, ἤγουν γήϊνον, καὶ χαμαιῤῥιφὲς ἔχοντες εἰς νοῦν διὰ τοῦ φρονεῖν τὰ σαρκὸς, ἄττοντες δὲ μᾶλλον ὑψοῦ, καὶ τὰ ἄνω φρονοῦντες, καὶ οἷον ἀποφοιτῶντες τῆς γῆς, καὶ περιπατοῦντες μὲν ἐπ' αὐτῆς, ἄνω δὲ καὶ ἐν οὐρανοῖς ἔχοντες τὸ πολίτευμα. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ. Αὐτὸ τῶν πραγμάτων τὸ πέρας διαδείκνυσιν ἀκριβῶς τῆς προφητείας τὴν δύναμιν, οὐκ ἔξω βαίνουσαν τ' ἀληθοῦς· ἐμπαροινησαμένη γὰρ τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ ταπεινὴ γέγονεν ἡ Ἱερουσαλὴμ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποβεβλημένη, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπολισθήσασα, καὶ φειδοῦς ἐρήμη τῆς ἄνωθεν γενομένη, πεσοῦσα δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, οἳ δὴ καὶ πᾶσαν τὴν Ἰουδαίαν καταδῃώσαντες, καὶ αὐτὸν ἐνέπρησαν τὸν θεῖόν τε καὶ διαβόητον ναόν. Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα Θεοῦ κατοικτείραντος, πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ εὐαρίθμητοι τῶν ἐξ Ἰσραὴλ, κεχρημάτικεν Ἐκκλησία Χριστοῦ, καὶ γέγονε μήτηρ ὥσπερ ἐθνῶν. Οἱ γὰρ υἱοὶ τῶν ποτε ταπεινωσάντων αὐτὴν, τουτέστιν, οἱ τῶν ἐπιγείων κρατοῦντες πραγμάτων, καὶ ταῖς τῶν σκήπτρων διαδοχαῖς ὡς ἐξ ἐκείνων ἐρχό-