Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1340
Not analysed yet
μενοι σεπτὴν ἡγοῦνται τὴν Ἐκκλησίαν, καὶ δεδοικότες, τουτέστι, μετ' εὐλαβείας, καὶ τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον προσίασιν αὐτῇ· «Κέκληται γὰρ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ.» Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, καὶ τοῦτο διδάσκει ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς αὐτὴν, «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Καὶ αὐτὸς δέ που φησὶν ὁ τῶν ὅλων Κύριος διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτὴν, τὴν θύραν αὐτῆς εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτον, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.» Εἰ δὲ δὴ βούλοιτό τις καὶ τῶν ποτε διωξάντων τὴν Ἐκκλησίαν βασιλέων υἱοὺς τοὺς καθεξῆς ὀνομάζειν, οἳ μετὰ τιμῆς καὶ δέους προσέρχονται νῦν αὐτῇ, καὶ ὡς θείαν τιμῶσι πόλιν, οὐκ ἔξω φέρεται τοῦ σκοποῦ. Ὁρῶμεν γὰρ εἰς τοῦτο ἐκβεβηκὸς τὸ τῶν πραγμάτων πέρας. Διὰ τὸ γενέσθαι σε ἐγκαταλελειμμένην, καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ὁ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ. «Γέγονας μὲν γὰρ, φησὶν, ἐγκαταλελειμμένη, καὶ μεμισημένη, καὶ οὐκ ἦν ὁ βοηθῶν.» Αὕτη σοι πρόφασις τῆς ταπεινώσεως ἦν, πεπαρῴνηκας γὰρ εἰς τὸν ὑψοῦν δυνάμενον, καὶ ἀκράδαντόν σοι φυλάξαι τὸ εὐημερεῖν, ἀλλ' οὐδεὶς ἦν ὁ χεῖρα νέμων ἐπίκουρον, ἐπείπερ ἦσθα θεομισής· πεπαρῴνηκας γὰρ οὐκ εἰς ἕνα τινὰ τῶν ἐν τάξει κειμένων οἰκετικῇ, καὶ διακονικὴν ἐχόντων τὴν λειτουργίαν, ἀλλ' εἰς αὐτὸν τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον. Ἐπειδὴ δὲ ἅπαξ πέπονθας τὴν ταπείνωσιν παρελάσει τὰ μοχθηρὰ, καὶ τοῖς δευτέροις ἀνακτήσεταί σε. Ὥσπερ γὰρ ἀπειθήσασαν ἔδει κολάζεσθαι ψήφῳ δικαίᾳ Θεοῦ, οὕτως ἐπιστρέψασαν ἐλεεῖσθαι πρέπει. «Θήσω σε τοίνυν, φησὶν, εὐφροσύνην γενεαῖς γενεῶν·» στυγνὸν γὰρ οὐδὲν ἐν Ἐκκλησίᾳ Χριστοῦ, ὅπου δὲ ὅλως ἐλπὶς ἀφθαρσίας, καὶ ἀτελευτήτου ζωῆς, καὶ ἀμηρύτου δόξης, καὶ βασιλείας οὐρανῶν, ποῖον ἂν ἔχοι τὸ κατηφές; Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι διδάσκειν τῆς προφητείας ὁ νοῦς, ὅτι πολλοὶ τῶν ἐξ ἀγέλης Ἑλληνικῆς σεσοφωμένοι τὸν νοῦν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ δογματικῆς εὐτεχνίας εἰς γνῶσιν ἀναπηδήσαντες, ἔσονται διδάσκαλοι τῆς ἐξ Ἰουδαίων Συναγωγῆς. Δοκεῖ δέ πως εἰς τὸ παρὸν ὁ λόγος, οὐχὶ ταύτην ἰέναι μᾶλλον τῶν ἐννοιῶν τὴν ὁδὸν, ἐκεῖνο δὲ ἴσως βούλεσθαι καταδηλοῦν, ὅτι ταῖς ἐξ ἐθνῶν καρποφορίαις, καὶ βασιλικοῖς ἀναθήμασιν ἐμπλησθήσεται. Διαδείκνυσι γὰρ ἀληθὲς ὂν καὶ τοῦτο τῶν πραγμάτων ἡ πεῖρα. Τούτων δὲ οὕτω τετελεσμένων φησὶν, ὅτι «Ἐγὼ Κύριος ὁ σώζων σε.» Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.» Χάριτι γὰρ καὶ φιλανθρωπίᾳ Θεοῦ σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ὥστε μὴ εἰσάπαν ἀπολέσθαι τὸ ἐξ ἁγίων πατέρων ἔθνος.