Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1341
Not analysed yet
Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων, οἴσω σοι χαλκὸν, ἀντὶ δὲ λίθων, σίδηρον. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. Δέχεται μὲν τὰς ὕλας ὡς ἐν τάξει παραδειγμάτων, πλείστην ὅσην ἐχούσας τὴν πρὸς ἀλλήλας διαφοράν. Σημαίνει δέ τι πλαγίως πνευματικὸν καὶ βαθύ. Βούλεται γὰρ εἰπεῖν ὅτι πάντα πρὸς τὰ ἀμείνω μεταστήσεται, καὶ τῶν πρώτων διοίσει τὰ δεύτερα. Παραχωρήσει γὰρ πάντως ἡ ἐν νόμῳ παίδευσις τῇ διὰ Χριστοῦ, τουτέστι τοῖς εὐαγγελικοῖς θεσπίσμασι, καὶ τοσοῦτον ἔσται τὸ μεταξὺ, ὅσονπερ ἂν καὶ εἰ τὸ διὰ μέσου χαλκοῦ καὶ χρυσοῦ. Χρυσοφανὴς μὲν γὰρ ὁ χαλκὸς, πλὴν οὐκ ἔστι χρυσὸς, ἀργυροφανὴς δὲ καὶ ὁ σίδηρος, ἔνεστι γὰρ τὸ λαμπρὸν αὐτῷ, πλὴν οὐκ ἄργυρος, ἀλλ' ἡττᾶται πολὺ τοῦ προὔχοντος. Οὐκοῦν τὴν ἐν νόμῳ παίδευσιν παρεικάσαι τις δύναιτ' ἂν χαλκῷ, χρυσῷ γε μὴν τὴν διὰ Χριστόν· καὶ πάλιν τῆς ἐν νόμῳ πολιτείας τὴν δύναμιν παρεικάσαι τις ἂν σιδήρῳ, μεμετρημένον ἔχοντι τὸ φαιδρὸν, τήν γε μὴν ἐν Χριστῷ καὶ εὐαγγελικὴν, ἀργύρῳ μᾶλλον· τελεωτάτην γὰρ ἔχει φαιδρότητα, νοητῶς. Ταύτῃτοι, καὶ ὁ πάνσοφος Παῦλος, καίτοι πλεῖστον ὅσον ἐσχηκέναι λέγων διὰ τῆς ἐν νόμῳ ζωῆς τὸ καύχημα, γνώσεώς τε τῆς ὑπ' αὐτοῦ, σκύβαλα μὲν ἡγεῖτο τὰ πάντα, Χριστὸν δὲ κερδαίνειν ἤθελε, καὶ τὸ ὑπερέχον τῆς γνώσεως αὐτοῦ. Ξύλα δὲ καὶ λίθοι χρήσιμα πρὸς οἰκοδομήν· εὑρήσομεν δὲ τὸν πάνσοφον Παῦλον τῆς παρά τινων μυσταγωγίας τὴν δύναμιν ταύταις παρεικάζοντα ταῖς ὕλαις. «Εἰ γάρ τις, φησὶν, ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον, ξύλα, χόρτον, λίθους, καλάμην.» Τούτου δὲ οὕτως ἔχοντος, ἐκεῖνό φαμεν, ὅτι τῶν Γραμματέων, καὶ Φαρισαίων ἡ διδασκαλία, ἤγουν καθάπαξ τῶν ἀπίστων Ἰουδαίων ἡ ὑφήγησις, οὐ συνιέντων ὅλως τὸ Χριστοῦ μυστήριον, ὅτι μηδὲ πεπιστεύκασιν εἰς αὐτὸν, παρεικάζοιτο ἂν ξύλοις τυχὸν, καὶ λίθοις, ἡ δὲ ἐν Χριστῷ, καὶ εὐαγγελικὴ, τοσοῦτον ἔχει τὸ ἄμεινον, ὅσον χαλκὸς καὶ ξύλον, σιδηρός τε πρὸς λίθον. Εὐδιάθρυπτα μὲν γὰρ τὰ παρ' ἐκείνοις ἦν διδάγματά τε καὶ ἐνθυμήματα, στερεὰ δὲ, καὶ οἷον ἄθραυστα μετὰ τοῦ λαμπροῦ, καὶ τιμίου, τὰ τῶν ἐν Χριστῷ. Ἰουδαῖοι μὲν γὰρ ἐκπίπτουσιν εἰς γενεαλογίας, καὶ μύθους ἀπεράντους τοῖς ὑπὸ χεῖρα λαοῖς ἐξηγούμενοι, λήρους τε τινὰς ἐμπλέκοντες, καὶ γραώδη τερετίσματα· οἱ δὲ τὸν Χριστὸν φοροῦντες εἰς νοῦν, πᾶσαν ὁδὸν εὐτεχνίας ἁγιοπρεποῦς τοὺς ὑπὸ χεῖρα διδάσκουσι, καὶ δογματικῆς ἀκριβείας ἀποφέρουσιν ἐραστὰς, καὶ ἁπάσης ἀρετῆς ἐργάτας τοὺς προσιόντας αὐτοῖς· διαδείκνυσι δέ πως εὐθὺς τὸ ἐπενηνεγμένον, ὅτι τοῦτον ἔχει τὸν σκοπὸν τῆς προφητείας ὁ νοῦς. «Δώσω γὰρ, φησὶ, τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.» Ὡς γὰρ τῶν πρώτων, φησὶν, ἐξωσμένων, ἑτέρους ἀνίστησιν ἄρχοντάς τε καὶ ἐπισκόπους λαῶν ὁ τῶν ὅλων Σωτὴρ διαπρέποντας ἐν εἰρήνη, καὶ δικαιοσύνῃ. Εἰρηνεύουσι γὰρ πρὸς Θεὸν, οἱ τὰ