Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1344
Not analysed yet
αὐτῷ δοκοῦντα φρονεῖν σπουδάζοντες, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασι στεφανούμενοι. Ἔφη τι τοιοῦτον ἑτέρωθί που πάλιν ὁ προφήτης Ἡσαΐας, μᾶλλον δὲ διὰ τοῦ προφήτου Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλήμ· «Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχῆς, καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών.» Ναὶ μὴν καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπετίμα λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ἑτέρῳ, ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» ΤΟΜΟΣ Εʹ. Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. Καὶ πολύ γε τὸ εἰκὸς ὁ λόγος ἔχει. Εἰ γὰρ οἱ ἄρχοντες αὐτῆς ἐν εἰρήνῃ, καὶ διαπρέποντες ἐν αὐχήμασι δικαιοσύνης οἱ ἐπίσκοποι, κρατήσει πάντως που, καὶ παρὰ τοῖς ὑπεζευγμένοις, τὸ ἐν ἁπάσῃ δικαιοσύνῃ, καὶ εὐσεβείᾳ τῇ κατὰ Χριστὸν ἐπείγεσθαι διαβιοῦν. «Οὐκ ἔστι δὲ, φησὶν, οὐδὲ σύντριμμα ἐν τοῖς ὁρίοις σου.» Σύντριμμα δέ φησι τὴν πλεονεξίαν, τὴν κατά γε τῶν ἐν ὑφέσει, καὶ ἀσθενείᾳ. Εὔδρομοι γὰρ οἱ τοιοίδε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν ἑτοιμοτάτη πρόκεινται θήρα. Ἄδικοι δὲ καὶ πλεονέκται γεγόνασι κατὰ καιροὺς οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, καὶ τοῖς θείοις νόμοις ἀντανιστάμενοι, διαστρόφους ἐποιοῦντο τὰς ἐφ' ἑκάστῳ πράγματι κρίσεις. Αἰτιᾶται γοῦν αὐτοὺς πλεισταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, ὡς ἀνοσιότητος εἰς τοῦτο διελάσαντας μέτρον, ὥστε καὶ ἀφορήτοις ἐγκλήμασιν ἐνόχους ὄντας ὁρᾶσθαι· ποτὲ μὲν γάρ φησιν, ὅτι οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκριναν, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος, «Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἐπετίμα δὲ καὶ νενηστευκόσιν ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· «Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν, εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσεις, καὶ μάχας, νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν·» καὶ προσέτι τούτοις διὰ τῆς Ἡσαΐου φωνῆς· «Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.» Ἐπειδὴ πέπαυται μὲν τὰ ἐκείνων, ἀντεγήγερται δὲ τῶν ἁγίων ἀποστόλων ὁ χορὸς, καὶ οἱ μετ' ἐκείνους ἔτι τοῖς αὐτῶν ἴχνεσι κατακολουθεῖν σπουδάζοντες ὀρθοτομοῦσι μὲν τῆς ἀληθείας τὸν λόγον, ἄριστοι δὲ τῶν ὑπὸ χεῖρα γεγόνασι παιδαγωγοί. Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἔτι μὲν ἀδικίαν ἐν τῇ γῇ αὐτῶν ἀκουσθήσεσθαί φησιν, ἀλλ' οὐδὲ