Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1345.1
Not analysed yet
σύντριμμα, καὶ ταλαιπωρίαν· κληθήσεσθαι δὲ μᾶλλον σωτήριον τὰ τείχη αὐτῆς, γλύμμα δὲ καὶ τὰς πύλας, τείχη δὲ, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους παιδαγωγοὺς, δογματικαῖς τε καὶ ἠθικαῖς εἰσηγήσεσιν ἀσφαλιζομένους τὴν Ἐκκλησίαν, ὥστε καὶ ἀνάλωτον εἶναι τοῖς ἐχθροῖς, κἂν εἴτε τινὲς εἶεν ὁρατοὶ, εἴτ' οὖν καὶ ἀόρατοι. Οἱ αὐτοὶ δ' ἂν εἶεν καὶ πύλαι, ἅτε δὴ καὶ εἰσαγωγικῷ χρώμενοι λόγῳ, καὶ εἰσφέροντες διὰ πίστεως εἰς ἐπίγνωσιν ἀληθείας τοὺς ἔξω τέως ὄντας αὐτῆς. Γλύμμα δὲ ὅτι περικαλλὴς ἦν ἄγαν ὁ λόγος αὐτοῖς, καὶ οἷον εἰς ἀλήθειαν ἐκτετορνευμένος· εὐπρεπὲς γὰρ ἅπαν τὸ γεγλυμμένον· καὶ οἱ μὲν Ἑβδομήκοντα ταύτην δεδώκασι τὴν ἑρμηνείαν, οἱ δὲ ἕτεροι τῶν ἑρμηνευτῶν, ἀντὶ τοῦ γλύμμα τεθείκασι τὸν Ἰησοῦν. Ἔστι δὲ καὶ τοῦτο ἀληθές. Ὡραῖος γὰρ κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων κεχρημάτικέ τε καὶ ἔστι, τείχη δὲ αὐτὸν, καὶ πύλας πεπλουτήκαμεν. Ἀσφαλίζεται γὰρ ἡμᾶς ἀῤῥήτῳ δυνάμει, καὶ ταῖς τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· «Ἐντελεῖται γὰρ, φησὶ, τοῖς ἀγγέλοις αὐτοῦ περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·» καὶ «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύεται αὐτούς.» Ἐρχόμεθα δὲ δι' αὐτοῦ εἰς ἐπίγνωσιν τοῦ Πατρὸς, καὶ γέγονε πρὸς τοῦτο καὶ θύρα, καὶ πύλη, καὶ ὁδός. Ἔφη γοῦν ὅτι «Ἐγώ εἰμι ἡ θύρα, καὶ ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Ἔστι δὲ καὶ γλύμμα, τουτέστιν ἡ μορφὴ, καὶ τὸ εἶδος τοῦ τεκόντος αὐτὸν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη οὐκ ἐκλείψει. Ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον. Βούλονταί τινες διὰ τῆς τῶν προκειμένων ἐννοίας ἀποφέρειν ἡμᾶς εἴς γε τὸ χρῆναί τι τοιοῦτον ὑπονοεῖν. Ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐγηγερμένων τῶν ἐν γῇ κειμένων, καὶ καταφοιτήσαντος ἐξ οὐρανοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἀπρακτήσει μὲν ἡ τῶν στοιχείων λαμπρότης, καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον. Ἔφη δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Σωτὴρ, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκείναις ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.» Ἀρκέσει γὰρ τοῖς ἁγίοις εἰς φωτισμὸν αὐτὴ τοῦ Σωτῆρος ἡ δόξα. Ἀλλ' ἵνα δοκῇ πως ἕπεσθαι τῇ τῶν ἀνόπιν ἐννοίᾳ τὰ προκείμενα, τὴν ἑρμηνείαν ἐπαινέσαντες ταυτηνὶ, καὶ ἕτερόν τι δηλοῦσθαί φαμεν διὰ τῶν προκειμένων στίχων. Φῶς μὲν γὰρ τὸ ἡλιακὸν, καὶ προσέτι τὸ σεληνιαῖον, χρειῶδές τε καὶ ἀναγκαῖόν ἐστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Ἀλλ' ἐν νυκτὶ μὲν τὸ ἡλιακὸν συστέλλεται φῶς, ἐν ἡμέρᾳ δὲ τὸ σελήνης. Παραλλὰξ γὰρ ἀλλήλοις παραχωροῦσι τὸ φαίνειν. Τὸ δέ γε θεῖον καὶ νοητὸν, ὃ ταῖς τῶν πιστευσάντων καρδίαις ἐνίησι, φησὶν, ὁ τῶν ὅλων Σωτὴρ διὰ τοῦ ἁγίου Πνεύματος,