Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1357.1
Not analysed yet
πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Εὑρήσομεν δὲ καὶ τὸν θεσπέσιον Ζαχαρίαν τὸν Ἰωάννου πατέρα λέγοντα· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν.» Εὐηγγελίζετο δὲ καὶ Φίλιππος τῷ Ναθαναὴλ οὕτω λέγων· «Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, ηὕραμεν Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζάρετ.» Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦλος, ὅτι «Λύπη μοί ἐστι καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ, ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.» —»Δέδοται τοίνυν τοῖς πενθοῦσι Σιὼν παράκλησις,» ἡ διὰ Χριστοῦ, «καὶ ἀντὶ σποδοῦ δόξα.» Κατέληξαν μὲν γὰρ τοῦ πενθεῖν, καὶ κλαίειν αὐτὴν, ἐδέχοντο δὲ τὴν διὰ Χριστοῦ χάριν, εὐαγγελιζόμενοί τε καὶ ἐπαγγέλλοντες. «Ἐδόθη δὲ αὐτοῖς ἄλειμμα εὐφροσύνης ἀντὶ πένθους, καὶ καταστολὴ δόξης, ἀντὶ πνεύματος ἀκηδίας.» Ἄλειμμα δέ φησιν ἐν τούτοις τὸ ἱλαρὸν, ἤτοι τὴν ἱλαρότητα, καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ πενθεῖν, καὶ κλαίειν, καὶ δόξης καταστολὴν, τουτέστι, περίβλημα, ἤγουν στολὴν, καὶ ἄμφιον ἀντὶ πνεύματος ἀκηδίας, τουτέστιν, ἀντὶ τῆς πάλαι μικροψυχίας. Ἐδοξάσθησαν γὰρ οἱ πάλαι θρηνοῦντες αὐτὴν, καὶ ἀκηδιῶντες ὑπὲρ αὐτῆς· ἐδοξάσθησαν δὲ πῶς; τέθεινται γὰρ αὐτῆς καθηγηταὶ καὶ διδάσκαλοι, καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὴν εἰρημένον διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀντὶ τῶν πατέρων σου, ἐγενήθησάν σοι υἱοί.» Τέκνα γὰρ ὄντες τῆς τῶν Ἰουδαίων Συναγωγῆς οἱ πάνσοφοι μαθηταὶ, γεγόνασι πατέρες. Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος, «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Τέθεινται οὖν ἐν τάξει πατέρων οἱ γεγονότες αὐτῆς υἱοί· ὅτι δὲ τῆς παρὰ Θεοῦ δόξης ἐσχήκασιν τὴν περιστολὴν οἱ θεσπέσιοι μαθηταὶ, σαφὲς ἂν γένοιτο, Χριστοῦ λέγοντος αὐτοῖς, ποτὲ μὲν, ὅτι «Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε·» ποτὲ δὲ πάλιν· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσι πόλεις ἐρήμους αἰωνίας, ἐξερημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξερημωμένας εἰς γενεάς. Χρηματίζουσι γὰρ οἱ ἐν Χριστῷ «Γένος ἐκλεκτὸν, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν,» διά τοι τὸ κάλλος τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης, καὶ οὔτι πού φημι τῆς κατὰ νόμον, ἐκείνης δὲ μᾶλλον, ἣν διὰ τῶν τοῦ Σωτῆρος ἐσχήκασι θεσπισμάτων· ἀμείνων δ' ἀσυγκρίτως ἡ διὰ Χριστοῦ τῆς ἐν νόμῳ· καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» —»Κεκλήσονται τοίνυν, φησὶ, δικαιοσύνης γενεαὶ, καὶ προσέτι φύτευμα Κυρίου.» Καὶ γάρ ἐσμεν ἀληθῶς Θεοῦ γεώργιον, καὶ περὶ ἡμῶν ὁ θεσπέσιος Δαβίδ φησι· «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι.» Καὶ γοῦν ὁ πάνσοφος Παῦλος Θεοῦ γεώργιον ὀνομάζει τοὺς κεκλημένους διὰ πίστεως τῆς ἐν Χριστῷ. Ἔφη δὲ πάλιν, ὅτι «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε.» Γεωργεῖ γὰρ ἡμᾶς ὁ Σωτὴρ διὰ τῶν ἁγίων μυσταγωγῶν· ταύτῃτοι καὶ μάλα εἰκότως φασὶν ἑαυτοὺς συνεργοὺς γενέσθαι Θεοῦ. Ψάλλει δὲ καὶ ὁ πάνσοφος Δαβίδ· «Δίκαιος