Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1360
Not analysed yet
ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Ἐσμὲν δὴ οὖν ἄρα φύτευμα Κυρίου, καὶ εἰς δόξαν αὐτοῦ. «Οἰκοδομήσουσι δὲ, φησὶ, πόλεις ἐρήμους αἰωνίας, καὶ καινιοῦσι πόλεις ἐρήμους.» Ἔοικε βούλεσθαι διὰ τούτου δηλοῦν, ἢ τὸ πλῆθος τῶν κληθησομένων, ὡς ἔσται τοσοῦτον, ὥστε καὶ πόλεις ἑτέρας παρὰ τὰς οὔσας ἐπιζητεῖν, καὶ ἀνανεοῦν αὐτὰς ἐρημωμένας ποτέ· ἤγουν ἐκεῖνό που τάχα· Στενοχωροῦντες γὰρ, φησὶ, τῷ πλήθει τὰς ἐκκλησίας, καίτοι γυμνὰς οὔσας καὶ ἐρήμους ποτὲ, δράσουσί τι τοιοῦτον, ὁποῖον εἰώθασιν δρᾷν οἱ πόλεις ἠρημωμένας οἰκοδομεῖν ἐθέλοντες, καὶ οἷον χαμαὶ κειμένας ἐγείρειν σπουδάζοντες. Εἴρηται γοῦν πρὸς τὴν Ἐκκλησίαν· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Ἀληθῆ δὲ οὖσαν τὴν περὶ τούτου προαγόρευσιν, αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις ἐκδείξειεν ἂν, καὶ μάλα ῥᾳδίως. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοί· ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ. Ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [Ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν, καὶ οὕτως] ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν. Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐνταῦθα σαφῶς τοῦ νόμου μετάθεσιν καὶ τῆς κατ' αὐτὸν ἱερωσύνης ἔσεσθαί φησιν. Οὐ γὰρ ἔτι τοῖς αἵματος τοῦ Λευῒ τὸ ἱερουργεῖν ἁρμόσει, καὶ τὸ τῆς λειτουργίας ὄνομά τε καὶ χρῆμα, ἀλλ' ἐξώσθησαν μὲν ἐκεῖνοι, δέδοται δὲ τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως ἡ ἐπὶ τῷδε δόξα. Ψήφῳ γὰρ στεφανοῦνται Θεοῦ, καὶ αὐτοὶ τετάχαται λειτουργοί τε καὶ ἱερεῖς· «Ἥξουσι γὰρ, φησὶν, ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου.» Ἔστι δὲ ὁ λόγος, ὡς πρός γε τὴν Ἐκκλησίαν, ἧς ἂν νοηθεῖεν πρόβατα τῶν διὰ πίστεως σεσωσμένων ἡ ἁγία πληθύς· αὕτη ποιμαίνεται δι' ἀλλογενῶν. Οἱ μὲν γὰρ πάλαι Γραμματεῖς τε καὶ Φαρισαῖοι, οἱ τὸ καθηγεῖσθαι λαχόντες τῶν ἐξ αἵματος Ἰσραὴλ, ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ ἀτεχνέστατοι γεγόνασι ποιμένες. Ἀπόλωλε γοῦν ἡ ὑπ' αὐτοῖς τεταγμένη πληθὺς, ἐπειδήπερ ἦν αὐτοῖς ἀδόκιμον τὸ ἀργύριον. Ἐδίδασκον δὲ καὶ διδασκαλίαν ἐντάλματα ἀνθρώπων, καὶ τοῦ εἰδέναι Χριστὸν ἀπεκόμιζον τοὺς ὑπεζευγμένους, ποτὲ μὲν λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·» ποτὲ δὲ πάλιν· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Διεμαρτύρατο γοῦν διὰ φωνῆς προφητῶν ὁ τῶν ὅλων Θεὸς, ὡδὶ λέγων, ὅτι «Οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν·» καὶ μὴν διὰ φωνῆς τοῦ Ἰεζεχιήλ· «Ὦ ποιμένες τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτοὺς, οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;