Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.137
Not analysed yet
ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.» Ὁρᾷς τὸ ἐν κέρατι, τὸ ὡς ἐν δυνάμει Θεοῦ σημαῖνον ἐν τούτοις; Καταπεφύτευται γὰρ ἐκβεβλημένων ἐθνῶν. Εἰρῆσθαι δὲ καὶ ἑτέροις τὸ ἐν κέρατι δοκεῖ, ὡς ἐν ὑψηλῷ τε καὶ ἐπηρμένῳ χωρίῳ· τοιαύτη γὰρ ἡ Σιὼν ἐν ὄρει κειμένη. Καταφυτεύσας δὴ οὖν τὸν ἀμπελῶνα, φησὶ, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ κατεφύτευσα ἄμπελον Σωρήκ. Περιεδέδετο δὲ καθάπερ τινὶ φραγμῷ, καὶ ἀγγελικαῖς δυνάμεσι, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις ὁ Ἰσραήλ. Ἐχαρακώθη δὲ πρὸς τούτῳ. Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ τῆς τῶν ἀμπελώνων γεωργίας ἐπιστήμονες δόνακας ἑκάστῃ παραπηγοῦντες εὐτεχνῶς, αἴρουσί τε αὐτὰς ὑψοῦ, καὶ ἀναδεσμοῦσι τῆς γῆς. Σῶος γὰρ οὔτως ὁ ἐξ αὐτῶν καὶ ἀδιαλώβητος ἔσται καρπός. Τοιοῦτόν τι πέπραχε καὶ ὁ τῶν ὅλων Θεὸς, νόμῳ τῷ διὰ Μωσέως μονονουχὶ χαρακώσας τὸν ἀμπελῶνα τὸν νοητὸν, ἵνα μὴ εἰς γῆν ἐῤῥιμμένος, καὶ μόνα φρονῶν τὰ σαρκὸς καταφθείρηται πολυτρόπως, δύναιτο δὲ καὶ τὸ ἄνω φρονεῖν. Ἀποφέρει γὰρ τῶν γηΐνων ὁ τοῦ Θεοῦ νόμος, οἷον ἀνέχων ὑψοῦ τῶν παιδαγωγουμένων τὸν νοῦν. Ὅτι δὲ καὶ εὐγενὴς ὁ ἀμπελὼν, διατρανοῖ λέγων, οὐχ ἁπλῶς τὴν τυχοῦσαν ἄμπελον ἐν τῷ πίονι πεφυτεῦσθαι τόπῳ, ἀλλὰ γὰρ Σωρὴκ, τοῦτ' ἔστιν, ἐκλεκτήν. Ἑβραίοις δὲ δοκεῖ, καὶ εἶδος ἀμπέλου, ἤτ' οὖν ὄνομα καλῆς καὶ εὐφορωτάτης διὰ τοῦ Σωρὴκ σημαίνεσθαι. «ᾨκοδόμησα δὲ, φησὶ, καὶ πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ.» Ἐγήγερται γὰρ ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος νεὼς, οἷόν τις πύργος καὶ ἐνδιαίτημα Θεοῦ, καὶ μὴν ὤρυκται καὶ προλήνιον. Τέθειται δὲ θυσιαστήριον ἐν αὐτῷ, καὶ κορβὰν, ὅ ἐστι γαζοφυλάκιον, ἐν ᾧ πᾶσα δωροφορία τῶν προσιόντων συνεκομίζετο. Ἐπειδὴ δὲ τὸν ἀμπελῶνα, φησὶν, εὖ ἔχοντα διὰ πάντων ἀπέφηνα, προσεδόκησα τοῦ ποιῆσαι σταφυλήν. Ὠόμην γὰρ, ᾠόμην, οὐχ ἕτερόν τι ποιήσειν αὐτὸν, ἢ τὸν εὐγενῆ τῆς ἀμπέλου καρπόν· ἐποίησε δὲ ἀκάνθας. Οὐκοῦν ἡμάρτηκε τῆς ἐλπίδος, ἐψεύσατο δὲ, καὶ ἀκάνθας τέτοκεν ἀντὶ βοτρύων ὁ Ἰσραήλ. Οὐ γάρ τοι γέγονε νομοφύλαξ, οὐδὲ τοῖς τῆς ἐπιεικείας κατεκαλλύνθη καρποῖς, ἀλλ' ἐξώκειλεν ἀλλοτρόπως, καὶ πεποίηκεν ἀκάνθας, τοῦτ' ἔστιν, ἔργα πυρὸς, ἤγουν ὅσα πλήττει τοὺς ἐπαφωμένους καὶ προσεγγίζοντας. Λυπεῖ δὲ Θεὸν ἥπερ ἂν γένοιτο παρ' ἡμῶν ἁμαρτία, καὶ ὅπερ ἐστὶ παρ' ἡμῖν ἡ ἄκανθα, τοῦτο καὶ παρ' αὐτῷ φαυλότητος τρόπος. Ἀλλ' ὡς ὁ μακάριος γράφει Παῦλος· «Γῆ μὲν ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ Θεοῦ. Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» Καὶ νῦν, ὁ ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ ἐνοικοῦντες Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ, καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου. Τί ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Πειρᾶται δεικνύειν ἀπροφάσιστον παντελῶς τῶν Ἰουδαίων τὸ ῥᾴθυμον καὶ πρός γε τούτῳ τὴν εἴς γε