Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1361
Not analysed yet
Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε·» ἔτι τε πρὸς τούτοις· «Τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ ὑπόλοιπα κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ ἐπίλοιπον ἐταράσσετε τοῖς ποσὶν ὑμῶν, καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον.» Ὕδωρ μὲν γὰρ καθεστηκὸς τὴν διὰ νόμου παίδευσιν ὀνομάζει, καὶ ἀρίστην νομήν· οἱ δὲ πάντα φύροντες, καὶ καταθολοῦντες αὐτὴν διὰ τοῦ μὴ διδάσκειν ὀρθῶς τοὺς ὑπὸ χεῖρα λαοὺς, παρεσκεύαζον ὕδωρ ὥσπερ ἐκπίνειν οὐ καθαρὸν, οὔτε μὴν ἐνανθῆ νέμεσθαι νομήν. Ἐξώσθησαν τοιγαροῦν, καὶ μάλα εἰκότως, τοῦ ποιμαίνειν ἔτι τὸν τοῦ Κυρίου λαόν. Κέκληνται γὰρ πρὸς τοῦτο ἀλλογενεῖς. Διδάσκαλοι γὰρ Ἐκκλησιῶν χειροτονοῦνται παρὰ Χριστοῦ σοφοὶ, καὶ ἀγχίνοι, καὶ δογματικῆς εὐτεχνίας ἐπίμεστον ἔχοντες νοῦν, ἄνδρες ἐξ ἀγέλης ἑλληνικῆς, καὶ οὐκ ἐξ αἵματος ὄντες Ἰσραὴλ, οὗτοι γεγόνασι καὶ ἀροτῆρες, καὶ ἀμπελουργοί. Ἐπειδὴ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπελὼν, καὶ κῆπος· ταύτῃτοί φησιν ὁ λόγος, ὡς ἀροτῆρας ἔσεσθαι, καὶ ἀμπελουργοὺς, τοὺς οἵπερ ἂν γένοιντο κατὰ καιροὺς ἱερεῖς Κυρίου καὶ λειτουργοὶ Θεοῦ, τὶν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ ἱερουργοῦντες τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καθὰ γέγραπται· οὐκοῦν οὐχ ἑαυτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλλον παρὰ Θεοῦ, καθὼς καὶ ὁ πάνσοφός φησι Παῦλος. Καίτοι γὰρ φυλῆς ὑπάρχων Βενιαμὶν, ἱερουργὸν αὑτὸν ὀνομάζει πανταχοῦ, καὶ κλητὸν ἀπόστολον Ἰησοῦ Χριστοῦ. «Ὑμεῖς δὴ οὖν ἅπαντες οἱ τὸ τῆς ἱερουργίας λαχόντες ἀξίωμα, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.» Ἰσχὺν δέ φησιν ἐθνῶν, ἢ τὰς τιμὰς τὰς ἐκ τῶν δυνατωτάτων, οἵπερ ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ καθ' ἕτερον συνήσεις τρόπον. «Οὐδεὶς γὰρ ὑμῶν, φησὶ, διαφεύξεται τὸ στόμα,» τουτέστι τὸν λόγον, ἀντὶ γὰρ τοῦ λόγου τὸ στόμα τίθησι πανταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, οἷον, «Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» —»Κατανεμηθήσεσθε τοιγαροῦν, φησὶ, τὴν ἰσχὺν τῶν ἐθνῶν.» Ἐθνῶν δὲ δύναμιν, ἢ τοὺς παρ' ἐκείνοις λαμπροὺς, ἤγουν ἐλλογιμωτάτους, καὶ σοφίαν ἔχοντας κοσμικὴν ὀνομάζειν ὁ λόγος ἔοικεν ἐν τούτοις. Εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ἁγίων μυσταγωγῶν κατισχύσαντα λόγον, καὶ τὴν αὐτῶν κλῆσιν πλουτήσαντες ἐδοξάσθησαν. Καύχημα γὰρ διδασκάλων, στέφανός τε καὶ δόξα, οἱ διὰ τῆς αὐτῶν σεσωσμένοι φωταγωγίας. Διὰ τοῦτό φησιν, ὅτι «Ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.» Ὅτι δὲ τὸ θεσπέσιον κήρυγμα καταδράξεται τῶν χωρῶν, καὶ παντὸς ἔθνους, καὶ μονονουχὶ κληρονόμοι τῆς ὑπ' οὐρανὸν ἔσονται κατὰ καιροὺς οἱ τῶν ἁγίων Ἐκκλησιῶν ἡγούμενοι, Χριστῷ τὴν δόξαν ἀνάπτοντες, ὑπεμφαίνει, λέγων· «Οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν.» Πάλαι μὲν γὰρ κατεκληροδότησε τοῖς ἐξ Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὰς τῶν ἐθνῶν χώρας· ἕλαβον γὰρ τὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ Ἰδουμαίων, καὶ Εὐαίων, καὶ