Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1364
Not analysed yet
τὰς τῶν ἑτέρων. Ἐπιλάμψας δὲ τῷ κόσμῳ Χριστὸς, οὗ καὶ εἰς τύπον ἦν Ἰησοῦς ὁ πάλαι κατεκληροδότησε τοῖς ἰδίοις ἱερουργοῖς, οὐχὶ δή που μόνον τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ ἅπασαν τὴν γῆν. Καὶ δευτέρα μετὰ τὴν πρώτην κληροδοσίαν γέγονε. Διενείμαντο γὰρ τάς τε χώρας καὶ πόλεις ψήφῳ τῇ παρ' αὐτοῦ μυσταγωγοὶ καὶ διδάσκαλοι, καὶ εἰσὶν εἰς δεῦρο χαίροντες ἐν Χριστῷ, καὶ νοητὴν εὐφροσύνην, ὥσπερ τινὰ στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Αἰώνιος δὲ ἡ εὐφροσύνη· οὐ γὰρ ἐν προσκαίροις πράγμασι προσδοκῶμεν ἔσεσθαι τὴν ἀντιμισθίαν, ἀλλ' ἐν ἐλπίδι μακρᾷ, καὶ ἀτελευτήτῳ βίῳ, καὶ ἐν τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἀγαθοῖς. Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνώσονται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν. Καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν. Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ, εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. Εἰπὼν, ὅτι «Ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ,» ὡς ἐξωσθέντων δηλονότι τῶν πρώτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἐκσεσοβημένων, διαδείκνυσι τὰς αἰτίας, ἐφ' αἷς τοῦτο πεπόνθασιν, ὁσίᾳ ψήφῳ τοῦ τὰ δίκαια κρίνοντος. Ἐπειδὴ γὰρ ἀγαπῶ, φησὶ, τὴν δικαιοσύνην, ἁρπάγματα δὲ τὰ ἐξ ἀδικίας μισῶ, γεγόνασι δὲ τοιοῦτοι τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστῶτες, παρῆκα, φησὶ, καὶ ἐξεωσάμην αὐτούς. Τῶν γὰρ ἁρπαζόντων ἁρπάγματα ἐξ ἀδικίας τὸν μόχθον ἑτέροις δίδωμι. Οἱ γὰρ ἀδίκως πλουτοῦντες, καὶ, καθά φησιν ὁ προφήτης, θησαυρίζοντες ἑαυτοῖς ἀσέβειαν καὶ θαλαιπωρίαν, εἰς ἑτέρους αὐτὰ παραπέμπουσιν. Ἔφη γοῦν ὁ Σολομὼν, ὅτι «Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἑλκύσει αὐτὸν ἄγγελος.» Καὶ πάλιν· «Ὁ συνάγων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκου, καὶ πλεονασμῶν, τὸ ἐλεοῦντι πτωχοὺς καταλείψει αὐτὸν, καὶ οὐ δή που πάντως ἀγαθοῖς ἀνδράσι, καὶ φιλοικτίρμοσιν, ἀλλὰ ἀσώτοις μᾶλλον.» Εὐφήμως γὰρ τοὺς τοιούτους ἐλεεῖν ἔφη πτωχούς. Τοῖς γὰρ ζῶσιν ἐν ἀσωτίᾳ πλεῖστοι λίαν οἱ κολλώμενοι, καὶ συνδαπανῶντες αὐτοῖς τὰ πολλοῖς ἱδρῶσιν ἀδίκως σεσωρευμένα. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαβὶδ περὶ τῶν τοιούτων, καί φησι· «Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά·» Καὶ καθ' ἕτερον δὲ τρόπον ὁ μόχθος, ἤγουν ἡ φροντὶς τῶν Γραμματέων καὶ Φαρισαίων ἑτέροις ἐδόθη, δῆλον δὲ ὅτι «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οὐκοῦν ἐκεῖνοι μὲν ἐξώσθησαν, φησὶν, ἡμῖν δὲ τοῖς κεκλημένοις ἐξ ἐθνῶν εἰς ἱερουργίαν διαθήκην αἰώνιον διαθήσομαι, ἣ τὸ κήρυγμα τὸ εὐαγγελικὸν διὰ τοῦτο δηλῶν, ἤγουν ἐλπίδα τὴν ἀτελεύτητον. «Ἐν δὲ τοῖς ἔθνεσι γνωσθήσεται,» φησὶ, «τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ.» Οἱ γὰρ κατὰ μαθητείαν υἱοὶ τῶν ἁγίων μυσταγωγῶν ἐκ πολ-