Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.140
Not analysed yet
τὸν νόμον ἀναισχυντίαν. Μετὸν γὰρ αὐτοῖς καὶ μάλα ῥᾳδίως τὴν εὐκλεᾶ καὶ εὐδόκιμον τῆς ἐν νόμῳ ζωῆς, ἤγουν τῆς ἐν Χριστῷ πολιτείας, ἰέναι, τρίβον, αὐτοὶ τετιμήκασι τὴν διεστραμμένην. Καὶ μὴν τὸ δύνασθαι καρποφορεῖν ἀφέντες ὡς ἕωλον, γῆ τις ὥσπερ γεγόνασιν οὐ καρπῶν ἡμέρων τροφή· ἀγρία δὲ μᾶλλον καὶ ἀκανθοτόκος καὶ ὑλομανής. Ἡκέτωσαν τοίνυν, φησὶν, οἱ ἐν ὑμῖν σοφοὶ, δικαζέτωσαν ἐν ἐμοὶ τῷ τοῦ ἀμπελῶνος δεσπότῃ, καὶ αὐταῖς δὲ ταῖς ἀμπέλοις. Τίνος δὴ οὖν ἄρα τῶν ἀγαθῶν ἐλλελοιπότων αὐταῖς ἀχρεῖοι γεγόνασιν; Εἰ μὲν γάρ τι τῶν ἀναγκαίων εἰς ὄνησιν παρῶπται τυχὸν ἐμοὶ τῷ πεφυτευκότι, διελεγχέτω τις καὶ πεπαύσομαι. Ἀποστήσω αἰτίας, καὶ οὐκ αἰτήσω δίκας. Τί γὰρ ποιήσω, φησὶν, ὃ μὴ πεποίηκα αὐτῷ; Ἐπειδὴ δὲ τῶν χρησίμων πλήρη τε ἀπέφηνα καὶ οὐδενὸς ἐπιδεᾶ, εἶτα γέγονεν ἀκανθοτόκος, καίτοι προσδοκῶντος ἐμοῦ καρποῖς ὡραίοις κομῶντα βλέπειν. Ποία τις ἔσται λοιπὸν ἡ παρὰ τοῦ δικάζοντος ψῆφος; Ἆρα γὰρ ἀτημελῆ καὶ ῥᾴθυμον ὀνομάσει τὸν γηπόνον, ἢ μᾶλλον ἐκείνους αἰτιάσεται τοὺς ἐν μεθέξει γεγονότας τῆς παρ' ἐμοῦ φροντίδος, ἠμεληκότας δὲ οὕτω τῆς ἑαυτῶν εὐκαρπίας, ὡς εἰκαίαν ὕλην καὶ ἀκανθῶν ὄχλον ἀντὶ βοτρύων ἐκτεκεῖν; Ὅτι δὲ οὐ περὶ τῆς αἰσθητικῆς ἀκάνθης ὁ λόγος αὐτῷ, οὔτε μὴν βοτρύων ἢ σταφυλῆς, παντί τῳ σαφές. Εἴπερ ἐστὶ νοητὸς ὁ ἀμπελὼν, τοιοῦτοι δὲ πάντως καὶ οἱ καρποί. Νῦν δὲ ἀπαγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον ἄκανθαι. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν. Οὐκ ἀθαύμαστον, ὥσγ' ἐμοὶ φαίνεται, τοῦ λόγου τὸ σχῆμα. Μόνον γὰρ οὐχὶ καὶ σεσιγηκότων τῶν κεκλημένων εἰς τὸ δικάσαι, αὐτῷ τε καὶ τῷ ἀμπελῶνι, τὴν δίκην αὐτοῖς ὁρίζει λοιπόν· καὶ τὰ ἐν τίσιν ἔσται προαγορεύει σαφῶς. Ἐλλελοιπότος γὰρ ὅλως οὐδενὸς αὐτῷ τῶν εἰς τὸ εὖ εἶναι χρησίμων, αὐτὸς ἐξ οἰκείας κατεχερσοῦτο γνώμης. Ἔδει δὴ οὖν ἄρα τοὺς εἰς τοῦτο φαυλότητος καθιγμένους ἔξω τε χειρὸς καὶ φροντίδος, καὶ μὴν καὶ ἐπικουρίας τοῦ Δεσπότου γενέσθαι λοιπόν. Οὐκοῦν ἀφελῶ, φησὶ, τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Φραγμοῦ δὲ καὶ τείχους ἔρημος ἀμπελὼν, προκείσεται πάντως τοῖς διαρπάζειν ἐθέλουσιν θοίνη τις ἑτοιμοτάτη καὶ τοῖς διοδεύουσι τρίβος, ἐξείργοντος οὐδενός. Περιφράττοντος μὲν γὰρ ἡμᾶς τοῦ Θεοῦ, καὶ ἀποῤῥήτοις τισὶν ἐπικουρίαις μονονουχὶ καὶ ἀνατειχίζοντος, οὐκ ἐσόμεθα βατοὶ καὶ ἐν τάξει τρίβου τοῖς ἀκαθάρτοις πνεύμασιν· οὔτε μὴν ἕτοιμοι πρὸς διαρπαγὴν τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ ἀλώπεξι τρυφή. Περὶ ὧν γέγραπται καὶ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπέλους.» Λέγονται δὲ καὶ μερίδες ἀλωπέκων γενέσθαι τινές.