Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1376
Not analysed yet
ναι τὸν Ἐφραῒμ, διότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.» Ἐπειδὴ γὰρ οὐκ ἄνθρωπός εἰμι, φησὶν, ἅγιος δὲ μᾶλλον ἐν σοὶ Θεὸς, διὰ τοῦτο οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ. Ἐὰν διορθώσῃ, καὶ ποιήσῃ, Ἱερουσαλὴμ, γαυρίαμα ἐπὶ τῆς γῆς, ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, Εἰ ἔτι δώσω τὸν σῖτόν σου, καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίωνται ἀλλότριοι τὸν οἶνόν σου, ἐφ' ᾧ ἐμόχθησας, ἀλλ' ἢ οἱ συνάγοντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίωνται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. Ὡς ἐξ ὁμοιότητος πραγμάτων, ἤτοι συμφορῶν ἐπενηνεγμένων πλειστάκις τοῖς ἐξ Ἰσραὴλ ἐπωφελεστάτων ἡμῖν θεωρημάτων ἐξυφαίνει διήγησιν. Ἡμάρτανον μὲν γὰρ πολυτρόπως, Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι· προσεκύνησαν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀπολακτίσαντες δὲ ὥσπερ καὶ τῆς ἐννόμου ζωῆς πρὸς τὸ αὐτοῖς δοκοῦν ἀπεφέροντο. Ταύτης ἕνεκα τῆς αἰτίας ἐπλήττοντο παρὰ Θεοῦ ἀφορίαις ἔσθ' ὅτε, σωμάτων καταφοραῖς, πολέμων ἐμβολαῖς, οἳ πᾶσαν αὐτῶν καταδῃοῦντες τὴν χώραν ἐληΐζοντο καὶ τὰ ἐν ἀγροῖς. Εἴρηται γὰρ πρὸς αὐτούς· «Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίας, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον οὐ μὴ πίητε.» —»Ἂν τοίνυν διορθώσῃ, φησὶν, ὦ Ἱερουσαλὴμ,» τουτέστιν, ἐὰν μεταβάλῃς εἰς λατρείαν τὴν πνευματικὴν, ἂν ἀποδράμῃς τῶν τύπων, καὶ ἐπιγνῷς ὅτι περὶ ἐμοῦ γέγραφεν ὁ Μωσῆς, ἐὰν παραδέξῃ τὴν διὰ πίστεως χάριν, «καὶ ποιήσῃς γαυρίαμα σαυτῇ ἐπὶ γῆς,» τουτέστι, καύχημα λαμπρὸν, τὸ ἐν Χριστῷ δηλονότι, «ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ,» κατ' οὐδενὸς γὰρ ἔχει μείζονος ὁμόσαι, «καὶ κατὰ τοῦ βραχίονος αὐτοῦ,» ὅτι τῶν πάλαι σοι, διὰ πολλὴν ἀπείθειαν ἐπενηνεγμένων, οὐδὲν ἔτι συμβήσεται. Οὐ γὰρ ἄμισθον ἕξεις τὸν τῆς γηπονίας ἱδρῶτα· συνήσεις δὲ τοῦτο πνευματικῶς· ἀλλ' ὥς φησιν ὁ θεσπέσιος Δαβίδ· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Καὶ ὡς ὁ Παῦλός φησιν, ὅτι «Ὃ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει, καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον·» ὅτι τοίνυν ἑαυτῇ κατασωρεύσει πλουσίως τὰ ἐκ τῆς πνευματικῆς εὐκαρπίας, διὰ τῶν προκειμένων ὑποδηλοῖ· «Οἱ δὲ τούτων τυχόντες δοξολογήσουσι, φησὶ, τὸν Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις.» Ἐντρυφήσουσι γὰρ ταῖς ἄνω μοναῖς οἱ τῆς ἐξαιρέτου ζωῆς ἀποτρυγήταντες τὰ αὐχήματα, καὶ τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως καρποὺς συναγείροντες. Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν, ἕως ἐσχάτου τῆς γῆς. Αὐτοῖς ἤδη τοῖς φύλαξιν, ἤγουν διδασκάλοις ἐπιφωνεῖ· προστέταχε γὰρ ἀνοιγῆναι μὲν τῆς ἁγίας πόλεως τὰς εἰσβολὰς, ψιλὴν δὲ καὶ εὐήλατον, καὶ δὴ