Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1377
Not analysed yet
πταισμάτων ἐλευθέραν τοῖς εἰσβάλλειν ἐθέλουσιν ἀποφῆναι τὴν εἰσδρομήν· διὰ γάρ τοι τῶν λίθων ὑποδηλοῖ τὰ σκάνδαλα. Εἰ μὲν γάρ τις εἴη τυχὸν ἐκ τῆς Ἰουδαίων ἀγέλης κεκλημένος, προσπταίει πολλάκις τοῖς νομικοῖς ἐντάλμασιν, ἐμφιλοχωρεῖ γὰρ τοῖς τύποις, καὶ οἷον ἐνιζήσας ταῖς σκιαῖς ἀπαράδεκτον ποιεῖται τὴν ἀλήθειαν. Εἰ δὲ δή τις ᾖ τῶν ἐκ πληθύος Ἑλληνικῆς, προσπταίει καὶ οὗτος τῷ ξένῳ τῆς διδασκαλίας, θορυβεῖ τε λίαν αὐτὸν τὸ ἀσύνηθες τῆς λατρείας, ἢ τάχα που καὶ μέμνηται λόγων, οὓς ἐπί γε τοῖς σφῶν αὐτῶν ποιοῦνται θεοῖς οἱ παρ' αὐτοῖς λογάδες. Παλαιοὺς γὰρ καὶ γεγηρακότας συγγεγράφασι μύθους πλανῶντες, καὶ πλανώμενοι, καὶ διαβολικῆς ἀχλύος ἀναπιμπλάντες τὴν γῆν. Ἀλλ' οἱ νηφάλιοι φύλακες, καὶ μυσταγωγοὶ τὰς τῶν σκανδάλων περικόπτουσιν ἀφορμὰς, ἕκαστα λύοντες εὐτέχνως τὰ ἀνθεστᾶναι δοκοῦντα τῇ παραδόσει τῆς πίστεως, τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· τοῦτο δρῶσιν ὀρθῶς, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ. Εὑρήσομεν δὲ τὸν ἱερώτατον Παῦλον, Ἰουδαίους μὲν σκανδαλισθέντας ἐπανορθούμενον, ἐπιπλήττοντα δὲ τοῖς ἐξ ἐθνῶν τοιοῦτόν τι πεπονθόσιν. Ἔφη μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραήλ· «Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.» Καὶ πάλιν· «Λέγω γὰρ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Ἡμεῖς γὰρ διὰ τῆς πίστεως ἐλπίδα δικαιοσύνης ἐκδεχόμεθα· τῆς [ἴσ. τοῖς] γε μὴν ἐκ τῆς Ἑλλήνων πληθύος· «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτοὺς, φοβοῦμαι ὑμᾶς, μήποτε εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.» Ὁρᾷς πανταχοῦ διαῤῥιπτοῦντας τοὺς λίθους, καὶ ἐκ μέσου τιθέντας τὰ ἀμφοῖν σκάνδαλα. Λίθους δὲ εἶναί φαμεν καὶ ἑτέρως, οἷς ἂν ἔσθ' ὅτε προσπταίσειάν τινες, τὰ τῶν ἀνοσίων αἱρετικῶν βέβηλά τε καὶ μυσαρὰ τερετίσματα. Κενοφωνοῦσι γὰρ οἱ δείλαιοι τοῖς ὀρθοποδοῦσιν ἐπιβουλεύοντες, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀποκομίζοντες, τῶν εὐσυναρπάστων τινάς· ἀλλὰ καὶ ταῦτα διαῤῥίπτουσιν ἐκ μέσου τῶν τῆς Ἐκκλησίας τειχῶν οἱ φύλακες. Τείχη δὲ αὐτῆς εἶναί φαμεν καὶ τῶν τῆς ἀληθείας δογμάτων τὴν ἑδραιότητα, ὧν οὐκ ἂν κατισχύσαιεν αἱ ᾅδου πύλαι. «Ἄρατε γὰρ σύσσημον, φησὶν, εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ Κύριος ἀκουστὸν ἐποίησεν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ ποῖον ἄρα τοῦτ' ἕστι τὸ ἀκουστὸν σύσσημον, ὃ καὶ τοῖς ἔθνεσι, καὶ ἕως ἐσχάτου τῆς γῆς ἀρθῆναι δεῖν ἔφη, τουτέστιν, ἐπαρθῆναί τε καὶ γενέσθαι γνωριμώτατον τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που καὶ τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔστι δὲ καὶ τοῦτο τῆς πίστεως ὁμολογία. Δεῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦσαί τε, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Σώζει δὲ τοῦτο καὶ ἐκ θανάτου, καὶ ἁμαρτίας. Οὐκοῦν οὐ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἐθνῶν. Αἴρεται γὰρ τὸ σύς-