Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1380
Not analysed yet
σημον οὐχὶ μόνοις τοῖς πιστεύσασιν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ τοῖς ἁπανταχόσε γῆς· σεσαγήνευται γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ ὑπ' οὐρανόν. Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἄγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Προϋπαγορεύει δὲ τοῦ Σωτῆρος τὴν ἄφιξιν, ὅσα τε δι' αὐτῆς κεκερδήκαμεν, καὶ τὸν δοθησόμενον τοῖς εἰς αὐτὸν πιστεύουσι πλοῦτον. Θυγατέρα γε μὴν ὀνομάζει τὴν Σιών. Καὶ εἰ μὲν βούλοιτό τις τὴν ἀρχαίαν νοείτω ὡς ἠλεημένην ἤδη, καὶ δεδικαιωμένην ἐν πίστει. Εἰ δὲ δὴ τὴν νέαν, τουτέστι τὴν Ἐκκλησίαν, λέγοιτο ἂν οὐκ ἀπεικότως καὶ αὔτη θυγάτηρ εἶναι τῆς Σιών. Πρῶτοι γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ πεπιστεύκασι, καὶ οἷόν τις θυγάτηρ τῆς ἀπ' αὐτῶν συστάσης ἐν ἀρχαῖς Ἐκκλησίας ἡ ἐξ ἐθνῶν ὀνομάζεται. Τίσι δὲ κελεύει τὸ εὐαγγελίσασθαι τῇ Σιών; ἢ πάντως που τοῖς ἁγίοις μυσταγωγοῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν Ἐκκλησιῶν, οἷς καὶ ἀνοιγνύναι τὰς πύλας, καὶ τοὺς λίθους ἐκ μέσου διαῤῥίπτειν εὖ μάλα παρεκελεύετο; Τί δὲ δὴ ἄρα τὸ κηρυττόμενον; «Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.» Δύο τίθησιν ὁμοῦ θεοπρεπῆ τε καὶ ἐξαίρετα, δι' ὧν ἂν γένοιτο καταφανὴς τοῦ Σωτῆρος ἡ δόξα. Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται παρεκάλουν εἰς εὐζωΐαν αὐτὴν, καὶ εἰς ἔννομόν τε καὶ εὐσχήμονα πολιτείαν. Εἶτα διεμέμνηντο τῶν γερῶν, ἃ παρὰ Θεοῦ λήψονται κατὰ καιροὺς, οἷς ἂν γένοιτο τὸ εὐδοκιμεῖν ἐν λόγῳ, ἀλλ' οὐκ αὐτοὶ χαρισμάτων δοτῆρες ἦσαν τῶν πνευματικῶν. Προηγόρευον δὲ, ὡς ἔφην, ὑποσχέσεις Θεοῦ. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ, ἅτε δὴ Θεὸς ὑπάρχων, ἔχει τὸ δύνασθαι διδόναι μισθοὺς, καὶ προσεπιτούτῳ τὸ ἐφορᾷν ἑκάστῳ τὸν τρόπον, ἤτοι τὸ ἔργον· θεοπρεπὲς γὰρ καὶ τοῦτο. Γέγραπται γὰρ, ὅτι «Ἐνώπιόν εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.» —»Ἥξει τοίνυν,» φησὶν, «ἔχων τὸν ἑαυτοῦ μισθὸν,» τουτέστιν, αὐτὸς τὰ γέρα διδοὺς, οἷς ἂν πρέποι τὸ λαβεῖν. Καὶ γοῦν ὁμολογήσαντι μὲν τὴν πίστιν ὀρθῶς τῷ θεσπεσίῳ Πέτρῳ, «Δώσω σοι,» φησὶ, «τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.» Ἐχαρίζετο δὲ καὶ συλλήβδην ἅπασι τοῖς ἁγίοις ἀποστόλοις κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν, καὶ τὸ θεραπεύειν δύνασθαι πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Ναὶ μὴν καὶ τῷ συγκρεμαμένῳ λῃστῇ τὴν πίστιν οὐκ ἄμισθον εἰπὼν ἀπέφηνεν· «Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἀφιγμένος δὴ οὖν, φησὶ, τοὺς μὲν εἰς αὐτὸν πιστεύοντας «καλέσει λαὸν ἅγιον, καὶ λελυτρωμένον ἀπὸ Κυρίου.» Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, καθὰ γέγραπται· «Σὺ δὲ, Σιὼν,» ἤγουν Ἐκκλησία, «κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη·»