Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1381
Not analysed yet
τὸ δὲ, ἐπιζητουμένη, φησὶν, ἀντὶ τοῦ, μνήμης ἀξιουμένη. Μνημονεύεται γὰρ τὸ ζητούμενον· καὶ οὐ καταλελειμμένη, καθὰ καὶ ἡ πρώτη, τουτέστιν ἡ τῶν ἀπιστησάντων πληθύς. Εἴρηται μὲν οὖν παρὰ Χριστοῦ διὰ μὲν τῆς Ἱερεμίου φωνῆς, «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,» διὰ δὲ τῆς αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ὑμῖν.» Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος ὡραῖος ἐν στολῇ, βοᾷ μετὰ ἰσχύος· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ. Καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν. Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα. Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. Καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός. Καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελάβετο, καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ ἐμέθυσα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Σοφῶς καὶ ἐντέχνως τῆς προφητείας ὁ λόγος μονονουχὶ ζωγραφεῖ τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐξαγαγεῖν γὰρ εἰς πέρας τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ Θεόν. Ὤφθη γε μὴν ταῖς ἄνω δυνάμεσιν οὐκ ἐν εἴδει μόνον τῷ καθ' ἡμᾶς, τουτέστιν, ὡς ἄνθρωπος, ἀλλὰ γὰρ καὶ τὰ τοῦ πάθους σημεῖα δεικνύς· καὶ οὔτι πού φαμεν ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν αἱ διατρήσεις τῶν ἥλων, καὶ τὰ ἕτερα τῶν στιγμάτων ἐνυπῆρχον ἔτι τῇ ἁγίᾳ σαρκὶ, ἐκεῖνο δὲ μᾶλλον· ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾶ τοῖς ἁγίοις ἀποστόλοις φάσκουσιν, ὅτι τεθέανται τὸν Κύριον ἐγηγερμένον ἐκ νεκρῶν, ἐπέδειξε τοὺς τύπους τῶν ἥλων, καὶ τὴν πλευρὰν, οὕτω συνίεμεν ὅτι ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ μετὰ τῶν τοῦ πάθους σημείων ἀναφοιτῶν, ξένον καὶ ἀσύνηθες παντελῶς ταῖς ἄνω δυνάμεσιν ἐποιεῖτο θέαμα. Κατατεθήπασι γοῦν ἀνιόντα βλέπουσαι, καὶ δὴ καὶ ἔφασκον· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;» Διερμηνεύεται δὲ τὸ Ἐδὼμ ἑλλάδι φωνῇ «πύρινον,» ἢ «γήϊνον·» τὸ δὲ Βοσὸρ, ἢ «σαρκὸς,» ἢ «σάρκινος.» Τίς οὖν ἄρα, φησὶν, οὗτός ἐστιν ὁ ἐκ γῆς, ἤτοι γήϊνος, «ἐρύθημά τε ἱματίων ἐκ Βοσὸρ,» τουτέστι, πεφοινιγμένος τὸ ἄμφιον ὡς ἀπὸ σαρκὸς, ἤγουν αἵματος; «Οὗτος ὡραῖος ἐν στολῇ.» Ὡς γὰρ ἰσχναὶ καὶ σοφαὶ δυνάμεις, καὶ θεοπρεποῦς