Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1384
Not analysed yet
δόξης ἔμπλεοι κατεθεῶντο Χριστὸν, εἰ καὶ ἦν ἐν σαρκὶ, ναὶ μὴν καὶ ἰσχύος ὄντα μεστὸν τῆς ἀμάχου, τοῦτο γὰρ, οἶμαι, τὴν θείαν ὑπεδήλου. Ἐρομένων δὴ οὖν τῶν ἀγγέλων, ἢ τάχα που καὶ πρὸς ἀλλήλους τὸ «Τίς οὗτος;» διηγορευκότων ἀποκρίνεται, καί φησιν· «Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου·» δικαιοσύνην δέ φησιν, ἢ τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἤγουν ὅτι Θεοῦ πᾶς λόγος δίκαιος· σωτηρίου δὲ κρίσιν τάχα που τὸ ἐφ' ἡμῖν ὀνομάζει κρῖμα, δεδίκακε γὰρ τὴν ὑπ' οὐρανὸν, καὶ τῷ ταύτην ἀδικήσαντι Σατανᾷ, καὶ τοὺς ταῖς ἀφορήτοῖς πλεονεξίαις κατηχθισμένους σέσωκεν· ἐκβέβληκε δὲ τῆς κατ' αὐτῶν ἀρχῆς τὸν ἀποστάτην, καὶ ἀλλότριον· ἔφη γοῦν νῦν ὅτι «Κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ταῦτα δὲ εἰπόντος τοῦ Χριστοῦ, πάλιν ἀναπυνθάνονται, καί φασι· «Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;» Ἐνταῦθά μοι μέμνησο τοῦ πατριάρχου λέγοντος Ἰακὼβ τό· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.» Πεφοινιγμένα γὰρ τῷ αἵματι τὰ ἐνδύματα κατεφαίνετο, καὶ οἷον ἐξ οἴνου κατακεχωσμένα πρὸς τὸ ἐρυθρόν. Εἶτα πάλιν εὐθὺς ὁ Σωτήρ· «Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ·» ἔχεται τοῦ λόγου, καὶ συνάπτει κατόπιν καὶ ταῦτα· «Ἐγὼ γὰρ, ἔφη, διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ.» Οὐδεὶς γάρ μοι πάσχοντι παρίστη, φησὶν, ἐξ οὐδενὸς ἦν ἔθνους ὁ συναλγῶν, καὶ τό γε ἧκον εἰς ἀνθρώπους, ἀνεπικούρητος ἦν παντελῶς, ἐπιπηδώσης αὐτῷ τῆς τε σπείρας τῶν στρατιωτῶν, καὶ τῆς τῶν ὑπηρετῶν ἀγριότητος, «οἳ καὶ ἀπήγαγον αὐτὸν πρὸς Καϊάφαν, καθά φησιν ὁ εὐαγγελιστὴς, τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον,» πλὴν καὶ τοῦτο προηγόρευσεν ὁ Χριστός· ἔφη γάρ· «Ἰδοὺ ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε, καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ' ἐμοῦ ἐστιν.» Ἔφη δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ εὗρον, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Οὐκοῦν «Οὐδεὶς ἦν μετ' ἐμοῦ, φησὶν, ἐκ πάντων τῶν ἐθνῶν.» Ἆρ' οὖν, ἐπεὶ μόνος ἦσθα, καὶ τῶν συναθλούντων ἔρημος, ἥττων γέγονας τῆς τῶν πολεμούντων χειρός; Ἆρα κεκρατήκασι, καὶ τῆς σῆς ἰσχύος κατευμεγεθήσαντες, χαίρουσί τε λοιπὸν, ὡς νενικηκότες; Οὐδαμῶς, φησί. Καίτοι γὰρ ἔχων οὐδένα τὸν παραστάτην, κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· μετὰ γάρ τοι τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ, πᾶν εἶδος ἀφορήτου συμφορᾶς τοῖς Ἰουδαίων δήμοις ἐκ θείας