Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1385
Not analysed yet
ὀργῆς ἐπενήνεκται. «Ἡμέρα γὰρ ἀνταποδόσεως,» φησὶν, «ἐπῆλθεν αὐτοῖς.» Οἷς γὰρ ἐξὸν ἁρπάσαι τὴν πίστιν, καὶ τὴν δι' αὐτῆς καταπλουτῆσαι χάριν, εἶτα ῥᾴθυμοι γεγονότες, μᾶλλον δὲ ἀλαζόνες, καὶ ὑβρισταὶ, καὶ μέχρι παντὸς θεομάχοι, πῶς οὐ σφόδρα εἰκότως παντὸς εἴσω γεγόνασι κακοῦ; Πλὴν ὁ τῆς ἐκείνου ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν ταυτῷ γὰρ ὁ μὲν ἐξήνιος ἐκολάζετο, ὁ δὲ εὐπειθὴς καὶ ὑφειμένος ἐλυτρώθη παρὰ Χριστοῦ. «Ἐπέβλεψα γὰρ,» φησὶ, «καὶ οὐκ ἦν ὁ βοηθός· προσενόησα, καὶ οὐδεὶς ἀντελάβετο·» καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. «Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου.» Ἔοικεν ἐν τούτοις τῆς τῶν Γραμματέων καὶ Φαρισαίων ῥᾳθυμίας ποιεῖσθαι καταβοὴν, οἳ τετάχαντο μὲν εἰς τὸ καθηγεῖσθαι λαῶν, καὶ ἀπευθύνειν αὐτοὺς εἰς δικαιοσύνην, καὶ παιδαγωγεῖν εὖ μάλα πρὸς τὸ Θεῷ δοκοῦν. Ῥᾴθυμοι δὲ ἦσαν οὕτω, καὶ ἀναπεπτωκότες, ὡς ἐπικουρεῖν μὲν οὐδενὶ τῶν ὑπεζευγμένων, καὶ ταῖς νουθεσίαις ἐπανορθοῦν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἀποκομίζειν εἰς ἀπιστίαν. Τετολμήκασι γὰρ εἰπεῖν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Καὶ πάλιν· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Οὐκοῦν ἐπειδήπερ οὐδεὶς ἦν, φησὶν, ὁ βοηθῶν, ἢ ἀντιλαμβανόμενος, σέσωκε μὲν ἐκείνους ὁ ἐμὸς βραχίων, τουτέστι, δύναμις, πλεῖστοι γὰρ, ὡς ἔφην, ἐξ Ἰουδαίων πεπιστεύκασι. Τοῖς γε μὴν οὐκ ἐθελήσασι βοηθεῖν ὁ θυμός μου ἐπέστη, γεγόνασι καταπάτημα τῆς ὀργῆς. Κακοὶ γὰρ κακῶς διολώλασι, καὶ ἰσοῤῥόπους τοῖς αἰτιάμασιν ἐξῄτηνται δίκας. Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ὁ Κύριος ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ, ἐπάγει ἡμῖν καὶ κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Θεοῦ λέγοντος ὡς ἐπέστη μὲν τοῖς ἀπειθήσασιν ὁ θυμὸς, κατεπάτησε δὲ αὐτοὺς ἡ ὀργὴ, καὶ ὅτι κατεκομίσθη τὸ αἷμα αὐτῶν εἰς γῆν, διὰ μέσου κεχώρηκεν ὁ προφήτης, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ τοὺς καθ' ὧν οἱ λόγοι, μέτεισι δὲ τὸ χρῆμα, καὶ λίαν εὐτέχνως. Ἐμνήσθην γὰρ, φησὶ, κατ' ἐμαυτὸν, ὡς ἔστιν οὐκ ἀπηνὴς ὁ τῶν ὅλων κριτής. Οἶδα γὰρ τὸν ἔλεον καὶ τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας ἐν πᾶσιν, οἷς ἀνταποδίδωσιν ἠμῖν. Εἰ γὰρ καὶ ἀπέστραπται, φησὶ, πεπαρῳνηκότα τὸν Ἰσραὴλ, καὶ ἀπειθεῖν ᾑρημένον, καὶ οἷον ἀνταποδίδωσιν ἡμῖν τὰ ἐξ ὀργῆς, οὐκ ἀκράτου μᾶλλον, ἀλλ' ἡμερότητι κεκρατημένης, ἀλλ' οὖν εὖ ἐπίσταμαι τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας γεγενημένας κατὰ καιροὺς ἐπὶ τῇ λυτρώσει τοῦ Ἰσραήλ. «Ἔσται τοίνυν,» φησὶν, «ὁ Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ,» οὐκ ἀκριβὴς μᾶλλον, ἀλλὰ χρηστὸς, ἤγουν ἀγαθός. Δικαστοῦ μὲν γὰρ ἀκριβοῦς ἔργον ἂν γένοιτο, τὸ δίκας αἰτεῖν τοὺς ἡμαρτηκότας ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασιν· ἀγαθοῦ γε μὴν, τὸ ἐλεεῖν ὡς ἠσθενηκότας. Οὐκοῦν ἐπειδήπερ κριτὴς ἀγαθὸς, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, τουτέστι, συμμετρήσει τὰ ἐξ ὀργῆς, καὶ ἀναμὶξ ἐλέῳ ποιήσει τὴν ἀγανάκτησιν. Πλῆθος