Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1388
Not analysed yet
γὰρ ἔνεστιν αὐτῷ δικαιοσύνης, τουτέστιν, εἰς λῆξιν ἁπάσης διελήλακε δικαιοσύνης. Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἀθῶον εἰσάπαν ἀφήσει τὸν Ἰσραὴλ, ἡμερότητι δὲ μᾶλλον, ὡς ἔφην, κεράσει τὰ ἐξ ὀργῆς. Σέσωσται γὰρ τὸ κατάλειμμα. Καὶ εἶπε Κύριος. Οὐχ ὁ λαός μου; τέκνα μου οὐ μὴ ἀθετήσουσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, Κύριος αὐτὸς ἐπολέμησεν αὐτούς. Ἄθρει δή μοι πάλιν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκεκομισμένον εὐθὺς, μονονουχὶ κατακεκραγὸς τῆς τοῦ Ἰσραὴλ ἀπειθείας. Εἶπε γὰρ, φησὶ, Κύριος, τουτέστιν, αὐτὸς ὁ τῶν ὅλων Θεός· Οὐκ ἐν τάξει τέκνων κατελογισάμην τὸν λαόν; Ἐπειδὴ δὲ τοῦτο ἐστὶν ἀληθές· ἔφη γὰρ, ὅτι Υἱὸς πρωτότοκός μου Ἰσραήλ· οὐκ ἂν ἐνδοιάσειέ τις, ὡς οὐκ ἔσται σκληρὸς, καὶ ἀπειθής. Προσδέξεται δὲ μᾶλλον ἀποσταλέντα τὸν Υἱόν. Ἀλλ' οὐκ ἐκβέβηκε τοῦτο πρὸς πέρας, καὶ οὐχ ἥμαρτεν ἐλπίδος ὁ πάντα εἰδώς· ἠπίστατο γὰρ τὰ ἐσόμενα. Λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν. Πέπλασται δὲ ἀνθρωπίνως τοῦ λόγου τὸ σχῆμα. Ταῦτα Θεοῦ λέγοντος διαλαβὼν ὁ προφήτης ἀναισθησίας τε ὁμοῦ καὶ ἀχαριστίας γράφεται τὸν Ἰσραὴλ, ἀποφαίνει δὲ καὶ ἀμνημονήσαντα παντελῶς τῶν ὑπαρχθέντων αὐτοῖς ἀγαθῶν. «Ἐγένετο γὰρ αὐτοῖς,» φησὶν, «εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν·» ἔτερος δὲ παρ' αὐτὸν οὐδεὶς σέσωκεν αὐτοὺς, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς Κύριος δι' ἑαυτοῦ. Τεθαυματούργηκε γὰρ ἐν Αἰγύπτῳ μεσολαβοῦντος μὲν τοῦ Μωσέως, πλὴν ἐνεργῶν αὐτὸς τὰ παράδοξα. Καὶ γοῦν ὅτε μεμοσχοποίηκεν ὁ Ἰσραὴλ, εἶτα πρὸς τοῦτο λελύπηται Θεὸς, καὶ συνεκπέμψειν αὐτοῖς ἄγγελον ἐπηγγέλλετο, δεδυσφόρηκεν ὁ Μωσῆς λέγων· «Εἰ μὴ σὺ αὐτὸς πορεύσῃ μετ' ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν.» Αὐτὸς οὖν ἄρα δι' ἑαυτοῦ σέσωκεν αὐτοὺς, ἐσχηκὼς μὲν παρ' αὐτῶν τὸ σύμπαν οὐδὲν, μόνον δὲ διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ κήδεσθαι αὐτῶν. Τοῦτο δέ ἐστιν ἀπόδειξις ἐναργὴς τῆς ἀπαραβλήτου φιλανθρωπίας, καὶ γαληνότητος τῆς θεοπρεποῦς· ἐλυτρώσατο τοίνυν αὐτοὺς ἐξ οἴκου δουλείας, ἀνέλαβεν, ὕψωσε· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἐν ἀρχαῖς ἔφη, «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα,» τουτέστιν, ἐξέθρεψα, ἤγουν ἐπισήμους ἀπέφηνα, «αὐτοὶ δέ με ἠθέτησαν.» Τὸ δὲ πάσας τὰς ἡμέρας τοῦ αἰῶνος κατασημήνειεν ἂν, τὸ, ἀκαταλήκτως, καὶ διηνεκῶς, ἀλλ' ἦν μὲν οὕτω περὶ αὐτοὺς ἀγαθὸς ὁ τῶν ὅλων Θεὸς, αὐτοὶ δὲ γεγόνασιν ἀπειθεῖς καὶ παροτρύνοντες οὐ διαλελοίπασι τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ. Καὶ τοῦτο διδάξει λέγων ὁ θεσπέσιος Δαβίδ· «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;» Ἢ τάχα παρώξυναν τὸ Πνεῦμα Χριστοῦ, σκληροὶ καὶ