Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1389
Not analysed yet
ἀμείλικτοι γεγονότες, ἐξήνιοί τε καὶ ἀπειθεῖς; Οὐ γὰρ ὑπήκουον αὐτῷ, καλοῦντι πρὸς σωτηρίαν. «Ἐστράφη» τοίνυν «αὐτοῖς εἰς ἔχθραν, καὶ πεπολέμηκεν αὐτούς·» ἔδει γὰρ, ἔδει τοὺς τῶν παραδόξων ἀμνήμονας, καὶ κατ' οὐδένα τρόπον ὠφελημένους, δι' ὦν ἦν εἰκὸς εἰς πᾶν ὁτιοῦν ἐλάσαι τῶν ἀνδραγαθημάτων, καὶ φειδοῦς, καὶ ἀγάπης ἀπολισθεῖν τῆς παρὰ τοῦ σώζειν ἐθέλοντος, ὥστε καὶ ἐν τάξει πολεμίου λοιπὸν δοκεῖν αὐτοῖς ἀντανίστασθαι. Ἐμνήσθη ἡμερῶν αἰωνίων. Ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων; ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον; ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωσῆν; Ὁ βραχίων τῆς δόξης αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον· ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς ἵππον δι' ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης. Εἰς ἔχθραν αὐτοῖς μεταβληθῆναι λέγων τὸν φειδοῖ καὶ ἀγάπῃ τὸ πρὶν κατευφραίνοντα, τὰς τοῦ πράγματος αἰτίας ἐξηγεῖται χρησίμως. Διεμνημόνευσε γὰρ, φησὶν, ἤγουν ἀνεπόλησε τὰς ἡμέρας τὰς αἰωνίους, τουτέστι, τὰς ἀειμνημονεύτους, διὰ τὸ ἐν αὐταῖς πλεῖστά τε ὅσα καὶ ἐξαίρετα γενέσθαι θαύματα. Τίς δὲ ὁ μνημονεύσας; ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων; Ἔοικεν ἐν τούτοις τῆς ἀναστάσεως ποιεῖσθαι μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ὁ γὰρ ἀναβιβάσας, φησὶν, ἀντὶ τοῦ, ὁ ἀναστήσας ἀπὸ γῆς τὸν πάντων ἀρχιποιμένα, ἀναστήσας δὲ οὐχὶ πάντως ἐκ νεκρῶν, ἀλλ' οἷον ἀναδείξας ἐξ ἀνθρώπων· γέγονε γὰρ ὡς εἷς ἐξ ἡμῶν, γέννησιν ὑπομείνας τὴν κατὰ σάρκα ἐκ γυναικὸς ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἀμνημόνευτα εἰσάπαν τῆς παρὰ Θεοῦ μεγαλουργίας ἐθεᾶτο τὸν Ἰσραὴλ, μονονουχὶ κατατέθηπεν ὁ προφήτης, καὶ εἰς τοῦτο πεσόντας ἀναισθησίας ὀλοφύρεται λέγων· «Ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον,» τουτέστιν, ὁ ἐπιστήσας ἐν αὐτοῖς τὸ θεῖον αὐτοῦ καὶ σωτήριον Πνεῦμα. Κατέβη γὰρ Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτοὺς, φησίν. Ἔφη δὲ καὶ ὁ θεσπέσιος Δαβὶδ, ὅτι «Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστὶν, ἐνεργεῖ γὰρ διὰ τοῦ ὁμοουσίου Πνεύματος. Ποῦ τοίνυν ἐστίν; ἀντὶ τοῦ, ἐπελάθοντο, καὶ οὐκ ἐξεζήτησαν αὐτὸν, διὰ τοῦ μεμνῆσθαι δηλονότι, καὶ ἀγαπᾷν αὐτόν. Ποῦ ὁ ἀναγαγὼν τῇ δεξιᾷ τὸν Μωσῆν; Μέγας ἦν ὁ Μωσῆς ὁ διαβόητός τε καὶ ὑψηλὸς ἐν εὐκλείᾳ· ὑπεμφαίνει δὲ τοῦτο τὸ, ἀναγαγὼν, ἐνεργούσης δι' αὐτοῦ τῆς τοῦ Θεοῦ δεξιᾶς. «Ὁ βραχίων τῆς δόξης κατίσχυσεν,» ἢ κατηγωνίσατο, καὶ νενίκηκε τὴν τῶν ὑδάτων φύσιν συμπήξας αὐτά. Ἐπάγει γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, φησὶν, ἤγουν αὐτὰ κατίσχυσε τὰ ὕδατα, ὥστε καὶ πῆξιν ὑπομεῖναι, καίτοι φύσιν ἕχοντα τὴν ὑγράν. Πεπλήρωκε δὲ καὶ τοῦτο, φησὶν,