Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1392
Not analysed yet
ἵνα ἑαυτῷ περιποιήσῃ ὄνομα αἰώνιον· εἴ τι γὰρ γέγονεν, ἤγουν καὶ ἐνηργήθη διὰ τοῦ πανσόφου Μωσέως, τοῦτο εἰς δόξαν πέπρακται Θεοῦ. Πήξας δὲ τὰ ὕδατα, φησὶν, ὡς ἵππον, ἢ ὡς κτήνη, ὡδήγησε διὰ θαλάσσης, ὡς διὰ πεδίου. Τοῦτο καὶ ὁ Ψαλμῳδὸς διδάσκει λέγων· «Καὶ ἀνήγαγεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ὡδήγησεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ.» Ὡδήγησε δὲ αὐτοὺς, ὡς ἔφην, Πνεῦμα Κυρίου. Οὕτως ἤγαγες τὸν λαόν σου, τοῦ ποιῆσαι αὐτῷ ὄνομα δόξης. Δύο γὰρ ἐπράττετο κατὰ ταυτόν. Οὐ γὰρ σέσωσται μόνον ὁ Ἰσραὴλ, καὶ τῆς τῶν πλεονεκτούντων ἐλυτρώθη χειρὸς, ἀλλὰ γὰρ καὶ τῶν παραδόξως τετελεσμένων τὸ πέρας τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τὴν αὐτῷ πρέπουσαν δόξαν ἐπραγματεύετο. Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ δόξης σου. Ποῦ ἔστιν ὁ ζῆλός σου, καὶ ἡ ἰσχύς σου; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; Σὺ γὰρ εἶ ἡμῶν Πατὴρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε; Ἐνταῦθα λοιπὸν ὁ προφήτης τὰς ὑπὲρ παντὸς τοῦ ἔθνους ποιεῖται λιτὰς, καὶ ἐκ προσώπου τῶν ἐξ Ἰσραὴλ ἀνατείνει τὴν ἱκετηρίαν· καταλῆξαι γὰρ παρακαλεῖ τῆς ἐπ' αὐτοῖς ὀργῆς, παῦσαί τε τὴν ἀποστροφὴν, καὶ οἷον ὑπονοστῆσαι πρὸς αὐτοὺς τὸν ἀποφοιτήσαντα αὐτῶν, ἅτε δὴ καὶ οὐχ ἕνα τινὰ τὸν [ἴσ. τῶν] ἐπὶ γῆς ὄντα, Θεὸν δὲ μᾶλλον ἀληθινὸν, καὶ ὡς οἶκον δόξης ἔχοντα τὸν οὐρανόν. Εἰ δὲ λέγοιτό που κατοικεῖν ἐν οὐρανῷ Θεὸς, μηδὲν νοείσθω σωματικὸν ἐπ' αὐτοῦ. Οὐ γὰρ ἐν τόπῳ, καὶ περιγραφῇ τὸ Θεῖον εἶναι φαμὲν, ὅτι καὶ ἁπλοῦν ἐστι καὶ ἀσώματον, καὶ πάντα πληροῦν. Ἐπειδὴ δὲ τοῖς ἄνω πνεύμασιν, ὡς ἁγίοις ἐπαναπαύεται, ταύτῃτοί φαμεν θρόνον τε καὶ οἶκον αὐτοῦ τὸν οὐρανόν. Ἐπίστρεψον τοίνυν, φασίν· «Ποῦ γάρ ἐστιν ὁ ζῆλός σου, καὶ ἰσχύς σου;» Καὶ οὐ δή που φαίη ἂν, οἶμαι, τὶς, ὡς ἦν ἐν σπάνει τῶν τοιούτων ὁ τῶν ὅλων Θεὸς, ἀλλ' ὡς οὐκέτι μετέχοντες αὐτῶν τὰ τοιάδε φασί. Ζήλῳ γὰρ ἀεὶ, καὶ ἰσχύϊ τῇ θεοπρεπεῖ χρώμενος σέσωκε τὸν Ἰσραήλ. Οἷόν τί φημι, δεδουλεύκασιν Αἰγυπτίοις οἱ καὶ κατωδύνοντες αὐτῶν τὴν ζωὴν [al. κατώδυνον τὴν ζωὴν αὐτῶν] πηλῷ, καὶ πλινθείᾳ, καὶ τῇ τῶν ἐργοκηδεστῶν ὠμότητι κατατρύχοντες, ἀλλ' ἐζήλωσεν ὁ τῶν ὅλων Θεός. Ἔφη γοῦν· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ πάντα τὰ ἔθνη τὰ συνεπιτιθέμενα.» Ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά· εἶτα πάλιν εἰργάζετο τὰ παράδοξα. Καίτοι γὰρ ἄθραυστον οὖσαν τὴν Βαβυλωνίων, καὶ δυσαντήτῳ δυνάμει χρωμένην, δέδωκεν εἰς ἐρήμωσιν. Ἐπαφῆκε γὰρ αὐτοῖς τὸν Καμβύσου Κῦρον. Τῆς τοιαύτης φειδοῦς ἀπολαῦσαι γλιχόμενοι φασὶ τό·