Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1393
Not analysed yet
»Ποῦ ἔστι ὁ ζῆλός σου, καὶ ὁ θυμός σου; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;» Διψῶσι δὲ πάλιν τὸν ἔλεον, καὶ τὴν ἐπὶ πολλοῖς παραπτώμασι δοθεῖσαν αὐτοῖς ἡμερότητα, καὶ φιλανθρωπίαν. Ἠνέσχετο γὰρ αὐτῶν, καὶ οὐ φορητῶς ἔσθ' ὅτε παροτρυνόντων αὐτῶν αὐτὸν κατελάλησαν ἐν τῇ ἐρήμῳ, καὶ ἐξεπείρασαν αὐτὸν ἐν ταῖς καρδίαις αὐτῶν λέγοντες, Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, ὅτι ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν; Μὴ καὶ ἄρτον δύναται δοῦναι; Καὶ πρὸς τούτοις ἔτι μεμοσχοποιήκασιν ἀπόντος Μωσέως, πλὴν ἠλέηνται παρακαλοῦντος αὐτοῦ. Ἀνέσχου τοίνυν ἡμῶν, φασὶ, καίτοι πλειστάκις προσκεκρουκότων. «Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς.» Οὐκ ἀρνοῦνται τοὺς πατέρας. Ἀσυντελὲς γὰρ τοῦτο αὐτοῖς πρὸς μετάγνωσιν. Οὐ γὰρ ἐκβέβληνται δι' αὐτοὺς, ἀπονέμουσι δὲ μᾶλλον τῷ φιλαγάθῳ Θεῷ τὸ πλεονεκτεῖν εἰς φιλοστοργίαν, καὶ τοὺς κατὰ σάρκα πατέρας· Πατὴρ γάρ ἐστι πατέρων. Γεγόναμεν γὰρ ἐξ αὐτῶν, φασὶ, πλὴν οὐ τεθέανται ἡμᾶς. Σύ γε μὴν οὐ διαλέλοιπας τὴν Πατρὶ τῷ φιλόπαιδι πρέπουσαν εἰς ἡμᾶς ἀποσώζων, καὶ φειδῶ, καὶ ἀγάπην. Ῥῦσαι τοίνυν ἡμᾶς· ἐπεκλήθη γὰρ ἡμῖν τὸ ὄνομα τὸ σόν· κλῆρος γάρ σου, καὶ λαὸς χρηματίζομεν. Ἐπειδὴ δὲ διὰ πολλὴν ἀπείθειαν, καὶ σκαιότητα τρόπων ἐμπαροινίσαντες τῷ Χριστῷ ἐκπεπτώκασι τῆς πρὸς αὐτὸν οἰκειότητος, πνευματικῆς δηλονότι, καὶ ἀμέτοχοι γεγόνασι τῶν παρ' αὐτοῦ χαρισμάτων, καὶ τῆς εὐαγγελικῆς πολιτείας οὐκ ἔγνωσαν τὴν ὁδόν· ταύτῃτοι, καὶ μάλα εἰκότως, θρηνοῦντες φασίν· Ἵνα τί ἐπλάνησας ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐσκλήρυναν μὲν γὰρ αὐτοὶ τὰς ἑαυτῶν καρδίας. Εἴρηται γοῦν πρὸς αὐτοὺς διὰ τῆς τοῦ προφήτου φωνῆς· «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.» Πλὴν καταμαλθάξαι δυνάμενος ὁ τῶν ὅλων Θεὸς, ἀπηνῆ καὶ ἄθραυστον ἔχειν αὐτοὺς συγκεχώρηκε νοῦν. Καὶ ταύτης ἔνεκα τῆς αἰτίας, ὅτι μὴ τρυφερὰς ἀπέφηνεν αὐτὰς, αὐτὸς σκληρῦναι λέγεται, τοῖς δὲ τοῦτο πεπονθόσι πᾶσά πως ἀνάγκη καὶ τὸ ἕτερον ἐπελθεῖν, φημὶ δὴ τὸ ἔξω τοῦ θείου γενέσθαι φόβου. Βλέπει δὲ τοῦτο πρὸς ὄλεθρον, καὶ εἰς πέταυρον ᾅδου κατακομίζει ψυχάς. Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Αἰτοῦσι πάλιν τὴν πρὸς αὐτοὺς ἐπιστροφὴν, τὴν διά γε φημὶ γαληνότητα, καὶ φιλανθρωπίαν. Δούλους δὲ καὶ κλῆρον εἶναι φασίν· οὐχ ὡς πεπραχότες τι δουλοπρεπὲς, ἤγουν ταῖς αὐτοῦ ζεύγλαις ὑποσχόντες τὸν αὐχένα, ἀλλ' οὐδὲ ὡς τελοῦντες εἰς κλῆρον τὸν ἐκνεμηθέντα αὐτῷ μελετήσαντες τὸ εὐήνιον. Ἐπειδὴ δὲ ἅπαξ κεχρηματίκασιν αὐτοῦ, καὶ τὴν πρὸς αὐτὸν