Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1396
Not analysed yet
οἰκειότητα πεπλουτήκασιν ἐν ἀρχαῖς, διὰ τοῦτο καὶ μόνον αἰτοῦντες τὸ σώζεσθαι· «Ἐπίστρεψον γὰρ,» φησὶν, «ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου.» Ὄρος μὲν οὖν ἅγιον τὴν Ἐκκλησίαν πλεισταχοῦ φησι τὸ Γράμμα τὸ ἱερὸν, ἧς γεγόνασι βραχύ τι μέρος οἱ ἐξ Ἰσραήλ· εἰ μὲν γὰρ παρεδέξαντο τὴν πίστιν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, συναγήγερτο ἂν ἐξ αὐτῶν εἰς πολύ τι μέρος τῆς Ἐκκλησίας τὸ σύστημα, προσεπενεχθείσης αὐτοῖς καὶ τῆς τῶν ἐθνῶν πληθύος. Ἐπειδὴ δὲ διὰ πολλὴν ἀπείθειαν κατόπιν γεγόνασι τῶν ἐθνῶν, καὶ ἀριθμοῦ μὲν κρείττων ἡ ἐκείνων ἐστὶ πληθὺς, αὐτοὶ δὲ δὴ κομιδῇ βραχεῖς· σέσωσται γὰρ τὸ κατάλειμμα· διὰ τοῦτο μικρόν τι κεκληρονομήκασι μέρος ἐν τῷ ὄρει τῷ ἁγίῳ, τουτέστι, τῇ Ἐκκλησίᾳ. Εἰ δὲ δή τις λέγοι τὴν ἄνω πόλιν, τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, τὴν τῶν ἁγίων μητέρα καὶ τροφὸν, ὄρος ἄγιον ὀνομάζεσθαι παρ' αὐτῶν, καὶ ἐν αὐτῷ βούλεσθαι κλήρου μέρος λαχεῖν, ὀρθῶς συνήσεις, καὶ κατὰ τοῦτον τὸν τρόπον· γενέσθαι δέ φησι τὸ ὡς ἀπαρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν, οὔτε μὴν ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ ἐπ' αὐτούς· ἔχει δὲ πολὺ τὸ εἰκὸς ὁ λόγος· ἐκπεπτωκότες γὰρ ἅπαξ τῆς παρ' αὐτοῦ φειδοῦς, καὶ σκέπης ὑπενόστησαν εἰς τὸ ἐν ἀρχαῖς. Καὶ ποῖα ταῦτά ἐστιν; Ἐδούλευον Αἰγυπτίοις πηλῷ καὶ πλινθείᾳ, καὶ τοῖς εἰς τοῦτο καμάτοις καταικιζόμενοι διετέλουν· πεπτώκασι δὲ καὶ νῦν ὑπὸ πόδας διαβολικοὺς, καὶ τοῖς τῆς σαρκὸς πάθεσι καὶ κοσμικαῖς ἐπιθυμίαις καταμιαίνονται· πλινθεία γὰρ αὕτη νοοῖτο ἂν εἰκότως ἡ κεκρυμμένη. Ἐλάτρευον ἐν Αἰγύπτῳ πνεύμασι πονηροῖς, καὶ νῦν ἐν αὐτοῖς ἐστι πνεῦμα τὸ ἀκάθαρτον. Καὶ τοῦτο αὐτὸς ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξε λέγων περὶ αὐτῶν, «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. Τότε λέγει· Εἰς τὸν οἶκόν μου ἐπιστρέψω, ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον· τότε παραλαμβάνει, φησὶν, ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων. Οὕτως ἔσται,» φησὶ, «τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.» Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται, ὅταν ποιήσῃς τὰ ἔνδοξα. Τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἔθος τοῖς ἁγίοις προφήταις τὰς ὑπὲρ τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, πλημμελοῦντος ἔσθ' ὅτε, καὶ εἰσπράττεσθαι μέλλοντος τῶν αἰτιαμάτων τὰς δίκας, ἀποσκευαζόμενοι δὲ ὥσπερ τὰ ἐξ ὀργῆς, εἰς ἑτέρους αὐτὴν πέμπεσθαι παρεκάλουν, καὶ εἰς τὰς τῶν ἀλλοφύλων τρέπεσθαι κεφαλάς. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς, ἐν ἑβδομηκοστῷ καὶ ὀγδόῳ ψαλμῷ, πεπορθημένην ἐθρήνει τὴν Ἱερουσαλὴμ, καὶ δὴ καὶ ἔφασκεν· «Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρο-