Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1397.1
Not analysed yet
νομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἄγιόν σου.» Ἕτερά τε πρὸς τούτοις ἐπενεγκὼν διὰ μέσου φησίν· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.» Τοιοῦτόν τι καὶ νῦν ὁ προφήτης φησίν· «Ἐὰν γὰρ ἀνοίξῃς τὸν οὐρανὸν,» τῇ καθόδῳ τῆς ὀργῆς δηλονότι, καθάπερ ἀμέλει καὶ ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· ἀνεῴχθησαν γὰρ οἱ καταράκται τοῦ οὐρανοῦ· τότε τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται.» Ὄρη δέ φησιν ἐν τούτοις, οὐχὶ δή που πάντως τὰ αἰσθητὰ, δυνάμεις δὲ μᾶλλον τὰς πονηρὰς, διὰ πολλὴν ἄγαν ὑπεροψίαν, ὄρεσι τοῖς ὑψηλοτάτοις εὖ μάλα παρεικασμένας. Ταύτας δὴ οὖν τὰς τῆς ἀλαζονείας συντρόφους δυνάμεις τρόμος λήψεται. «Κατατακήσονται γὰρ ὡς ὑπὸ πυρός.» Ὑπεναντίους ὄντας τοῖς σοῖς δηλονότι θεσπίσμασι, πυρὸς δίκην ἐμπίπτουσα κατακαύσειεν ἂν ὀργή. «Καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις.» Καὶ τί δὴ τοῦτό ἐστι; Θαυματουργεῖ μὲν γὰρ πλειστάκις ὁ τῶν ὅλων Θεὸς, τῆς ἐνούσης δυνάμεως αὐτῷ καὶ ὑπεροχῆς τὸ μέγεθος ἐναργὲς καθιστάς. Διὰ τούτου ἐκόλαζε, καὶ ἁμαρτωλοὺς ἔσθ' ὅτε, καὶ διὰ τῆς ἐπ' αὐτοῖς ὀργῆς ἐναργῆ καθιστὰς ἑαυτόν· ὁποῖόν τι γέγονεν, ὅτε Σοδομίταις ἐπηφίετο πῦρ, ἤγουν ὅτε τὸν ἀπόπληκτον Φαραῶ πολλαῖς καὶ ἀφορήτοις ὑπετίθει πληγαῖς. Οὐκοῦν, ὦ Δέσποτα, φασὶ, μὴ φανερώσῃς τὴν σεαυτοῦ δόξαν ἤτοι τὸ ὄνομα, διὰ τῆς καθ' ἡμῶν ὀργῆς· ἐπάγαγε δὲ μᾶλλον αὐτὴν δυνάμεσι πονηραῖς, ἤγουν τοῖς ἀναφανδὸν τῇ σῇ μαχομένοις δόξῃ, καὶ ἐκ πολλῆς ἄγαν ὑπεροψίας παρενηνεγμένοις εἰς τοῦτο. Ἔσῃ γὰρ καὶ οὕτως ἐμφανής. Ὅτε γὰρ ποιήσῃς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· καὶ πάλιν ἐκεῖνα τὰ ὄρη φησὶν, ὧν ἐμνήσθημεν ἀρτίως. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ, καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον· συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἀόρατον μὲν τῇ φύσει τὸ Θεῖόν ἐστι· «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,» κατὰ τὸ γεγραμμένον· θεωρεῖταί γε μὴν τοῖς τῆς διανοίας ὄμμασιν, ἐξ ὧν ἂν ἐργάσαιτο παραδόξως, καὶ ὑπὲρ λόγον. «Τὰ γὰρ ἀόρατα αὐτοῦ,» φησὶν, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμίς τε καὶ θειότης·» ἐπιγινώσκεται δὲ πλειστάκις, καὶ δι' ὧν ἂν εὐεργετεῖ, καὶ τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν, διασώζων ἀδοκήτως τοὺς ἐξ ἁπάσης ἐλπίδος ὠλισθηκότας, καὶ χεῖρα νέμων σωτήριον τοῖς χαμαί που, καὶ ὡς ἐν γῇ κειμένοις. Τοιοῦτόν τί φασιν οἱ τὴν προκειμένην λιτὴν ἀναφέροντες. Ἀπὸ γὰρ τῆς τοῦ κόσμου καταβολῆς οὔτε ἠκούσαμεν, οὔτε μὴν τεθεάμεθα τοιοῦτόν τινα Θεὸν, πλὴν ἄρα σοῦ τε καὶ μόνου· τοῖς γὰρ ὑπομένουσί σε, τουτέστι, τοῖς εἰς σὲ πεποιημένοις τὴν ἐλπίδα, ἐπιδαψιλεύει τὸν ἔλεον· ἕψεται γὰρ πάντως τοῖς τῆς δικαιοσύνης ἐργάταις, κἀκείνοις αὐτὸν ἁρμόσει λαβεῖν, οἵπερ ἂν εἶεν ἐν μνήμῃ τῶν σῶν ὁδῶν, τουτέστι, τῶν σῶν θελημάτων ἀποτελεσταί· ὁδοὺς γὰρ Κυρίου φαμὲν εἶναι τὰς ἐντολὰς αὐτοῦ. Καὶ γοῦν