Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1400
Not analysed yet
ὁ θεσπέσιος ψάλλει Δαβὶδ, ποτὲ μὲν, ὅτι «Ἐν τῇ ὁδῷ σου ζήσομαι,» ποτὲ δὲ πάλιν· «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» ΤΟΜΟΣ ϛʹ. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς ὡς χοῦν, καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἔδοξε τισὶ τῶν ἐξηγητῶν, καθ' ἑτέραν ἔννοιαν τοῖς προκειμένοις προσβαλεῖν. Ἀναστρέφουσι γὰρ τῶν λέξεων τὴν ἀπόδοσιν, ἤτοι τῶν ἐννοιῶν τὴν δύναμιν, ἵνα τοιοῦτον ᾖ τὸ λεγόμενον· «Ἰδοὺ ἡμεῖς ἡμάρτομεν, ὠργίσθης δὲ σύ.» Οὐ γάρ τοι, φασὶ, παραίτιος αὐτοῖς τοῦ πλημμελεῖν ἡ θεία γέγονεν ὀργή. Ἐπειδὴ δὲ αὐτοὶ πεπαρῳνήκασιν, ὠργίσθη Θεὸς, δεδίασι γὰρ κατὰ τὸ εἰκὸς μὴ ἄρα πως ἁμαρτίας πρόξενος ὁ θεῖος νοεῖται θυμός. Οἶμαι δὲ δεῖν ἐκεῖνο εἰπεῖν, οὐ γάρ τοι κατάῤῥησιν ἔχει τῆς θείας ὀργῆς, τὸ τοὺς ὑπ' αὐτῇ γεγονότας ἀνικάνως ἔχειν πρός γε τὸ δύνασθαι διαφυγεῖν τῆς ἁμαρτίας τὴν ἔφοδον. Ἕως μὲν γὰρ ἐφ' ἡμῖν ὁ σώζων εὐφραίνεται, κατευμεγεθοῦμεν τῆς ἁμαρτίας, καὶ τῶν ἐκ φαυλότητος ῥύπων ἀποφοιτῶντες εὐσθενῶς τοῖς εἰς εὐανδρίαν πνευματικὴν αὐχήμασι στεφανούμεθα. Καταπικραίνοντες δὲ τῆς ἰσχύος τὸν χορηγὸν, καὶ τῆς εὐανδρίας τὸν πρύτανιν, πίπτομεν εἰς τὸ ἄναλκι, καὶ ἀδρανῆ πως, καὶ παρειμένον τὸν ἑαυτῶν εὑρήσομεν νοῦν. Θεὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Καὶ γοῦν ἔφη Χριστὸς, ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Ἔφη δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτὸν περὶ παντὸς ἁγίου, ὅτι «Τὸ καύχημα τῆς δυνάμεως αὐτῶν οὐ εἶ.» Καὶ μὴν καὶ ἑτέρωθί που τὸ δύνασθαί τι τῶν ἀγαθῶν κατορθοῦν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ καὶ ταῖς τοῦ Θεοῦ δυνάμεσιν ἀνατεθεὶς ψάλλει, καί φησιν· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς.» Ὥσπερ τοίνυν τὸ τῆς ἄνωθεν ἡμερότητος εὐμενὲς, ἀλκιμωτάτους ἡμᾶς ἀποφαίνει, καὶ διανευροῖ πρὸς ἀντίστασιν τοῦ κακοῦ· κατὰ τὸν ἴσον τουτονὶ τρόπον, ὅταν ὑπὸ θείαν πίπτωμεν ὀργὴν, τὸ τηνικάδε πᾶσά πως ἀνάγκη δουλοπρεπῶς ὑποφέρεσθαι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς· ὠργίσθης τοίνυν ἐφ' οἷς δηλονότι πεπαρῳνήκαμεν, καὶ γεγόναμεν ἁμαρτωλοὶ, καὶ βέβηλοι, ὥστε καὶ πᾶσαν ἡμῶν, φησὶ, τὴν δικαιοσύνην ἐοικέναι ῥάκει γυναικὸς ἀποκαθημένης, τουτέστι, βδελυρὰν εἶναι καὶ ἀκάθαρτον. Οὐ γὰρ ἔστι δικαιοσύνην ἰδεῖν παρὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, νυνὶ δὴ μάλιστα μετὰ τὴν εἰς Χριστὸν