Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.141
Not analysed yet
Ἀνιέντος τε τοῖς ἀδικεῖν ἐθέλουσιν, καὶ φροντίδος τῆς ἄνωθεν ἀπαμφιεννύντος Θεοῦ, παντὸς εἰς πεῖραν ἥξομεν κακοῦ· καὶ πᾶς ὁστισοῦν ἐντρυφήσει τοῖς καθ' ἡμῶν, κἂν εἰ νοητός τις εἴη λῃστής· κἂν ᾖ ὁ ἐν τοῖς μέλεσι σαρκὸς ἀγριαίνων νόμος· καὶ ἅπαν ἡμῶν τῆς διανοίας τὸ κίνημα καρποφορήσῃ τῷ Σατανᾷ. Οὐκοῦν δίχα τε φραγμοῦ, τοῦ μὴν ἀτείχιστος ἀμπελὼν, τοῖς ἐθέλουσιν ἀνεθήσεται πρὸς διαρπαγήν. Καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ, τοῦτ' ἔστιν, οὐδεμιᾶς ἐπιτεύξεται φροντίδος, ἐπανορθοῦν δυναμένης καὶ ἀνακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ τῆς οὕτω δεινῆς χερσίας ἀπαλλάττειν αὐτόν. Ἐντελοῦμαι γὰρ δὴ καὶ ταῖς νοηταῖς νεφέλαις, τοῦτ' ἔστι, τοῖς ἁγίοις προφήταις, ἤγουν δυνάμεσι ταῖς ἀγγελικαῖς, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· δῆλον δὲ ὅτι τὸν νοητὸν, τὸν ὡς ἐν παρακλήσει τῇ εἰς νοῦν καὶ καρδίαν, καὶ λόγῳ τῷ θείῳ πραττόμενον. Πλὴν ἐντεῦθεν ἔστι μάλιστα ἰδεῖν, ὅτι τοῖς υἱοῖς Ἰσραὴλ οὐ πρό γε τῶν τῆς ἐπιδημίας καιρῶν τὰ τοιάδε συμβήσεσθαί φησιν ὁ προφητικὸς ἡμῖν λόγος, ἀλλ' ὅτε πεπαρῳνήκασιν εἰς Χριστόν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰπεῖν, ἤγουν καταδεῖξαι καιρὸν, καθ' ὃν κατατετέλεκεν ὁ Ἰσραὴλ προφητῶν ἁγίων δίχα. Γεγόνασι μὲν γὰρ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν Περσῶν καὶ Μήδων ἀπῴχοντο χώραν γυναιξὶν ὁμοῦ καὶ φιλτάτοις. Πλὴν οὐ δίχα προφητῶν ἁγίων κατέβησαν εἰς Αἴγυπτον, ᾑρηκότων κατὰ καιροὺς τὴν διαβόητον Ἱερουσαλὴμ τῶν Βαβυλωνίων, ἀλλὰ συνῆν αὐτοῖς ὁ προφήτης Ἱερεμίας, τοῖς ἄνωθεν καὶ παρὰ Θεοῦ διακονούμενος λόγοις. Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἔρημοι φραγμοῦ διατετελέκασι, καὶ πᾶσα αὐτῶν ἀσφάλεια πέπτωκεν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ καθαιρεῖσθαι λέγειν τὸν τοῖχον αὐτοῦ. Πέπαυται δὲ καὶ ἅπας προφητῶν ἁγίων ὁ ἐπ' αὐτοῖς λόγος, καὶ ὑετοῦ δίκην ἀνασχὼν τρόπον τινά· καὶ διαλελοίπασιν αἱ τῶν ἁγίων φωναί· καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δι' ἑνὸς αὐτοῖς εἰρημένον παρὰ Θεοῦ· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἀπὸ Ἀνατολῶν ἕως καὶ Δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.» Καὶ ταυτὶ μὲν, ὡς ἔφην, τοῖς ἐξ Ἰσραὴλ συμβέβηκεν, καὶ μάλα εἰκότως. Ἀπεώσαντο γὰρ αὐτοὶ τὸν τῶν δυνάμεων Κύριον, τὸν κατάρδοντα νοητῶς ψυχὰς καὶ καρδίας, καὶ καταπιαίνοντα δρόσοις ταῖς πνευματικαῖς· ὧν καὶ ὁ μακάριος Δαβὶδ διεμέμνητο λέγων· «Ὡς δρόσος Ἑρμὼν καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.» Ἐγήγερται δὲ ἀμπελὼν ἀντ' ἐκείνου νέος, ὁ τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμόν. Καὶ περὶ αὐτῶν φησιν ὁ Νυμφίος ὁ ἐξ οὐρανοῦ, τοῦτ' ἔστι Χριστός· Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Καὶ αὐτὸς μέν ἐστι ἡ πρώτη τε καὶ παναγία, καὶ ἀληθὴς ἄμπελος. Ἀπηρτήμεθα δὲ αὐτοῦ ἡμεῖς κλημάτων δίκην, τῆς παρ' αὐτοῦ ζωοποιοῦ πιότητος ἀναπιμπλάμενοι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Ἐγώ εἰμι ἡ ἄμπελος ἀληθὴς, καὶ ὁ Πατήρ μου γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτὸ, καὶ πᾶν τὸ φέ-