Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1401
Not analysed yet
ἀσέβειαν, ἄμωμόν τε καὶ ἀκατάσκοπον· οἱ γὰρ ὅλως φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν καὶ ἐρήμην ἔχοντες τὴν καρδίαν, πῶς ἂν εἰδεῖεν τὴν εὐθὺ τῶν ἱερῶν νόμων ἀποφέρουσαν τρίβον; Ἢ πῶς ἂν δίκαιοι κατὰ τὸ ἀληθὲς τῶν εὐαγγελικῶν κηρυγμάτων ἠμοιρηκότες, δι' ὧν ἔστι μαθεῖν τῆς ἀξιαγάστου πολιτείας τὴν ὁδόν; ἀκάθαρτοι δὴ οὖν, κἂν εἰ δοκοῖεν εἶναι τινὲς χρηστοὶ καὶ ἐπιεικεῖς. Ὥσπερ δὲ φύλλα πεπτώκασιν ἐκ φυτοῦ, καὶ οὐδὲν ἀπεικὸς εἰ τοῦτο παθόντες, καὶ διαῤῥιπτεῖσθαι πανταχοῦ προσδοκῶσιν οἱ τάλανες· εὐπαρακόμιστον γὰρ ἐσχήκασι τὴν καρδίαν, καὶ οἷον παντὶ περιφερομένην πνεύματι, καὶ οὐδείς ἐστι παρ' αὐτοῖς ὁ γνησίως ἐπικαλεῖσθαι Θεὸν εἰδὼς, ἤγουν διὰ μνήμης ἔχων, ὅτι χρὴ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀντιλαβέσθαι νεανικῶς· πεπτώκαμεν δὲ, φασὶ, πρὸς τοῦτο ταλαιπωρίας, «ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.» Οὐ γὰρ ἦν εὐπράξαι τοὺς ἀποστροφὴν ὑπομείναντας τὴν παρὰ Θεοῦ, ἀλλ' ἦν πᾶσά πως ἀνάγκη παντὶ περιπείρεσθαι κακῷ τοὺς ταῖς οὕτω πολλαῖς ἁμαρτίαις κατηχθισμένους. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ. Ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς, πόλις τοῦ Ἁγίου σου. Παραιτοῦνται σφόδρα τὸ εἰσάπαν ἀπολισθεῖν τῆς πρὸς αὐτὸν οἰκειότητος. Ἐπειδὴ δὲ διὰ πολλὴν ἁμαρτίαν παρηνέχθησαν εἰς τοῦτο, πλέκουσί πως ἀρίστῃ τέχνῃ τὰς λιτάς· οὐ γὰρ ἔχοντες ἐξ ἔργου καὶ ἐξ ἀμωμήτου ζωῆς ἐκδυσωπῆσαι τὸν σώζοντα, ἐφ' ἕτερόν τι βαδίζουσι. Παρακαλοῦσι γὰρ ὡς Δημιουργὸν ποιημάτων ἰδίων θέσθαι τινὰ λόγον, καὶ νεῖμαι φειδῶ τοῖς παρ' αὐτοῦ παρενηνεγμένοις εἰς τὸ εἶναι, καὶ ζῇν. «Πατὴρ γὰρ ἡμῶν κεχρημάτικας,» φησὶν, «ἐσμὲν δὲ ἡμεῖς τῶν σῶν ἔργα χειρῶν. Οὐκοῦν μὴ ὀργίζου ἡμῖν σφόδρα.» Οὐκ ἀγνοοῦσιν, ὅτι προσκεκρούκασιν, ὁμολογοῦσι δὲ μᾶλλον, ὅτι καὶ δίκης ἀξίους ἑαυτοὺς ἀπέφηναν, πεπαρῳνηκότες ἀγρίως εἰς τὸν Υἱόν· διὰ τοῦτο μονονουχὶ κολάζουσι τὴν λιτὴν, καὶ οὐκ ἐλευθέραν παντελῶς ποιοῦνται τὴν πρόσοδον· βραχὺ δέ πως τὴν παῤῥησίαν συστείλαντες, οὐ τὸ μηδὲ ὅλως ὀργίζεσθαι κατ' αὐτῶν αἰτοῦσιν ἐλεεινῶς τὸν Θεὸν, ἀναπλέκεσθαι δὲ μᾶλλον γαληνότητι τὸν θυμόν. Ἄξιοι μὲν γὰρ ὀργῆς ὁμολογουμένως, φησὶν, οἱ τοῖς οὕτως δεινοῖς ἐνισχημένοι κακοῖς, ἀλλὰ τῆς σῆς ἡμερότητος ἄξιον γένοιτο ἂν τὸ κολοβοῦν ἐφ' ἡμῖν, καὶ τὰ ἐκ δικαίας ὀργῆς. «Ἐν καιρῷ» τοίνυν θλίψεως, φησὶ, «μὴ μνησθῇς τῶν ἁμαρτιῶν ἡμῶν, ἐννοῶν ὅτι ὁ λαός σου πάντες ἡμεῖς, καὶ πόλις τοῦ Ἁγίου σου,» τουτέστιν, ἐν ᾗ τὸ σὸν ἁγίασμα. Σημαίνουσι δὲ διὰ τούτων τὸν νεών. Ἐγενήθη ἔρημος Σιὼν, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλὴμ, εἰς κατάραν ὁ οἶκος τὸ ἅγιον ἡμῶν, ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα